ἐλπίζοντας στεφανοῖ ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότη τα ἡμερῶν εἰς αἰῶνα αἰῶνος, κ. τ. ἑ. Ζήτησον εἰ ἡ μὲν ἔστιν ἀπὸ Θεοῦ δεδομένη ζωὴ, ἡ δὲ ἀπὸ τῆς ὕλης ἐρχομένη, καὶ σύγκρινον τό· «Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,» τῷ· «Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν.» Ζωὴν ᾐτήσατό σε, τὸν πρὸ τῆς νόσου βίον αὐτοῦ. Τοῦ αὐτοῦ. Ὁ βασιλεὺς ὡς ἀγαθὸν ᾐτήσατο τὴν ζωὴν ἀπὸ Κυρίου, καὶ εἴληφεν. Ἀγαθὸν δέ ἐστιν ἡ ζωὴ, ὁ εἰπών· «Ἐγώ εἰμι ἡ ζωή.» Καὶ τάχα ὁ δό ξας φιλοζωεῖν Ἐζεκίας ἐκείνην ἤθελε τὴν ζωὴν, ἣν συμβολικῶς ἐφιλοζώει. Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Τὸ σωτήριον δόξαν περιποιεῖ μεγάλην τῷ ἐκ νεκρῶν ἀναστάντι βασιλεῖ· καὶ δόξαν ἔχοντι καὶ ἑτέραν προσέθηκε καὶ ἐκ τῆς ἀναστάσεως, κατὰ τό· «Ἐδόξασα καὶ πάλιν δοξάσω.» Τοῦ αὐτοῦ. Ἡ δόξα τοῦ βασιλέως μεγάλη ἐστὶν ἐν τῷ σωτηρίῳ τοῦ Κυρίου, καὶ οὐκ ἔν τινι τῶν κατωτέρων ἐκείνου. «∆όξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν.» Εἶχε μὲν ὁ Χριστὸς δόξαν καὶ μεγαλοπρέπειαν ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὅτε δὲ καὶ ἄνθρωπος γέγονεν, ὁ Θεὸς αὐτὸν ὑπερύψωσε. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, κ. τ. ἑ. Οἱ μὲν ἐχθροὶ τοῦ Κυρίου εὑρίσκουσιν αὐτὸν, οἱ δὲ μισοῦντες αὐτὸν εὑρίσκονται παρ' αὐ τοῦ. Καὶ διὰ μὲν τοῦ νόμου εὑρίσκομεν Θεὸν, διὰ δὲ τῶν Εὐαγγελίων εὑρισκόμεθα παρ' αὐτοῦ, ἐχθροὶ ὄν τες τὸ πρότερον καὶ «ξένοι τῶν διαθηκῶν» τοῦ Θεοῦ, «ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ·» ἢ διὰ πρακτικῆς μὲν εὑρίσκομεν Θεὸν, διὰ δὲ γνώσεως εὑ ρισκόμεθα παρ' αὐτοῦ. 12.1252 Τοῦ αὐτοῦ. Καὶ τοὺς μὲν ταχυτάτους κατα λήψεται, τοὺς δὲ δυνατωτάτους καταλύσει. Εὑρεθείη δὲ πολεμοῦσα ἡ τιμωρουμένη, κατὰ τὸ· «Πολεμεῖ Κύριος χειρὶ κρυφίᾳ ἐπὶ τὸν Ἀμαλέκ.» Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς, κ. τ. ἑ. Τοῦτο περὶ πονηρευομένων φησί· κλίβανος γάρ εἰσι πυρὸς, ἐπεὶ ἐθερμάνθησαν ὡς κλίβανος αἱ καρ δίαι αὐτῶν. Καὶ εἴρηται δή που· «Πάντες μοιχεύον τες, ὡς κλίβανος αἱ καρδίαι αὐτῶν.» Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, κ. τ. ἑ. Ταράττονται δὲ ἐπὶ προσδοκίᾳ τιμω ρίας, οὐχ ἁπλῶς πάντες, ἀλλ' οἱ δι' ἡδονὴν κακοὶ, καὶ δοξάζοντες τὰ ψευδῆ. «Καὶ καταφάγεται αὐτοὺς πῦρ,» ἐπειδή εἰσι ξύλα, χόρτος, καλάμη. Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, κ. τ. ἑ. Οὐ τὴν οὐσίαν, ἀνώλεθρος γὰρ, ἀλλὰ τὴν ποιότητα καθ' ἣν ἐβλάστησε ξύλα, χόρτον, καλάμην, τὰ πονη ρὰ ἔργα· ἢ καὶ ὅπερ οἱ κακοὶ καὶ δυσσεβεῖς κατέβα λον σπέρμα, ὅπερ ἀφανίζει ὁ Θεὸς ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Εὐεργεσία δέ ἐστιν ἐκπεσεῖν ἁμαρτιῶν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λογι σμὸς πονηρός. Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι, κ. τ. ἑ. ∆ιὰ πάντων οἱ φαῦλοι καταστραφέντες ἀδυνάτοις ἐπιχειροῦ σι. ∆ιαλογίζονται γὰρ ἐπιβουλευτικὴν κατὰ τοῦ βλά βην μὴ ὑπομένοντος. Τοῦ αὐτοῦ. Εἰς ὃν θέλει ἕκαστος τῶν πονηρῶν κακοποιεῖν, κλίνει τὰ κακὰ, ἢ εἰς ὃν ἀδικεῖ, ἢ εἰς ὃν ἀσεβεῖ. Τοῦ αὐτοῦ. Τότε κλινόμεθα, ὅτε παρὰ φύσιν κι νούμεθα. Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν, κ. τ. ἑ. Μετὰ τίθεσθαι τοὺς μισοῦντας τὸν Κύριον ὡς κλίβα νον πυρὸς εἰς καιρὸν τοῦ προσώπου αὐτοῦ, καὶ συν ταράσσεσθαι αὐτοὺς ὑπὸ Κυρίου ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ ἡνίκα καταφάγηται αὐτοὺς πῦρ, καὶ ἀπολέσῃ ὁ Κύριος τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς, ἐπείπερ οὐ πνεύ ματος καρπὸς ἦν· καὶ ἐπὰν τὸ σπέρμα αὐτῶν ἀπο λέσῃ ἀπὸ υἱῶν ἀνθρώπων (ἔκλιναν γὰρ οἱ μισοῦν τες Κύριον κακὰ εἰς αὐτὸν, καὶ διελογίσαντο βουλὰς, ἃς στῆσαι οὐ δύνανται)· καὶ ἐπὰν μετὰ ταῦτα θῇ αὐτοὺς φεύγοντας νῶτον, τότε ἑτοιμάσει τὸ πρόσω πον αὐτῶν ἐν τοῖς περιλοίποις, ἵνα καὶ ἐν τούτοις μετὰ τοὺς τοσούτους ἀνέσεως τύχωσι, καὶ θεωρή σωσι. Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, κ. τ. ἑ. Εἰ δύναμις Θεοῦ ὁ Χριστὸς, ὑψούμενος ἐν τῇ δυνά μει ἑαυτοῦ ὁ Κύριος, ἐν Χριστῷ ὑψοῦται. Ἄδει δέ 12.1253 τις θεωρῶν, καὶ ψάλλει κατ' ἀρετὴν ἐνεργῶν. ∆εῖ δὲ καὶ θεωρεῖν τὰς δυναστείας αὐτοῦ, καὶ κατὰ ταύτας πράττειν. ΨΑΛΜΟΣ ΚΑʹ. Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί