1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

64

εἶναι δῆλον, ὅτι οὐχ ἑκατέρωθεν, πατρό θεν φημὶ καὶ μητρόθεν, Μῆδος οὗτος ἦν· ἐβασίλευσε δ' ὅμως ἐπὶ τὴν βασιλείαν τῶν Χαλδαίων, θείᾳ πληγῇ τοῦ Βαλτάσαρ μετὰ τὴν ἀσέβειαν νύκτωρ ἀναιρε θέντος. ∆οκεῖ δέ μοι λίαν βραχὺν βεβασιλευκέναι χρόνον οὗτος ὁ ∆αρεῖος. Ὁ γὰρ μακάριος ∆ανιὴλ, ὡς ἤδη λοιπὸν πληρωθέντα τὸν τῆς αἰχμαλωσίας ὅρον ἰδὼν, καὶ τὸν τῶν ἑβδομήκοντα ἐτῶν συλλογισάμε νος ἀριθμὸν, ὃν διὰ τοῦ προφήτου Ἱερεμίου προεῖ πεν ὁ τῶν ὅλων Θεὸς, τὴν ὑπὲρ τοῦ λαοῦ ἱκετηρίαν προσφέρειν ἄρχεται τῷ ∆εσπότῃ. Ἐπληρώθη δὲ ὁ χρόνος ἐπὶ Κύρου τοῦ Περσῶν βασιλέως, ὡς ὁ μα κάριος Ἔσδρας φησίν· εὐθὺς γὰρ ἐν ἀρχῇ τοῦ συγγράμματος, μετὰ τὰ προοίμια, ἐν συντόμῳ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων μνημονεύσας, καὶ τοῦ τῆς πατρίδος ἀνδραποδισμοῦ, καὶ τῆς εἰς Βαβυλῶνα τῶν αἰχμαλώτων μετοικίας, ἐπήγαγε· "Καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ, μέχρι τοῦ βασι λεῦσαι Πέρσας, εἰς πλήρωσιν τοῦ ῥήματος τοῦ Κυ ρίου ἐν στόματι Ἱερεμίου, ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ Σάββατα αὑτῆς, πάντα χρόνον τῆς ἐρημώ σεως αὑτῆς σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδο μήκοντα βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώ του, εἰς συντέλειαν ῥήματος Κυρίου ἐν στόματι Ἱερεμίου." Λέγει δὲ καὶ ὁ θειότατος Ἱερεμίας οὕτως· "Ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ λήψομαι τὴν πα τριὰν τοῦ βοῤῥᾶ, τὸν Ναβουχοδονόσορ βασιλέα Βα βυλῶνος τὸν δοῦλόν μου, καὶ ἄξω αὐτὸν ἐπὶ τὴν γῆν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν, καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν, καὶ ἐξερη μώσω αὐτοὺς εἰς ἀφανισμὸν, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν αἰώνιον, καὶ ἀφελῶ ἀπ' αὐτῶν φωνὴν χαρᾶς, καὶ φωνὴν εὐφροσύνης, καὶ φωνὴν νυμφίου, καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου, καὶ φῶς λύχνου, καὶ ἔσται ἡ γῆ αὐτῆς πᾶσα εἰς ἀφανισμὸν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη. Καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη, ἐκδι κήσω ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐπὶ τὸ ἔθνος ἐκεῖνο, φησὶ Κύριος, τὰς ἀνομίας αὐτῶν, καὶ ἐπὶ γῆν Χαλδαίων, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον." Ὁ μὲν οὖν μακάριος Ἱερεμίας ᾐνίξατο συμπληροῦσθαι τῆς αἰχμαλωσίας τὸν χρόνον ἐν τῇ καταλύσει τῆς Χαλδαϊκῆς βασιλείας· ὁ δὲ Ἔσδρας καὶ σαφέστερον τοῦτο πεποίηκε, τοῦ Κύρου ποιησά μενος μνήμην. Εὑρίσκομεν δὲ καὶ τὸν θειότατον Ζαχαρίαν ἑτέρως τοῦτον ἀριθμοῦντα τὸν χρόνον. Μετὰ γὰρ τὴν τοῦ Κύρου τελευτὴν, καὶ Καμβύσου τοῦ υἱέως αὐτοῦ, τοῦ ∆αρείου τοῦ Ὑστάσπου τὸ 81.1457 Περσῶν ἀναδησαμένου κράτος, τοῦ χρόνου μνημο νεύσας ὁ προφήτης· "Τῇ τετράδι γὰρ, φησὶ, καὶ εἰκάδι τοῦ ἑνδεκάτου μηνὸς, οὗτός ἐστιν ὁ μὴν Σα βὰτ, ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν Βαραχίου, υἱοῦ Ἀδδὼ, τὸν προφήτην." Καὶ ἐπήγαγε μετὰ βραχέα· "Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου, καὶ εἶπε· Κύριε παν τοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα ἃς περιεῖδες; Τοῦτο ἑβδομη κοστὸν ἔτος." Καί τινες μὲν τῶν ἀπιστίαν νοσούν των διαφωνεῖν τοὺς ἁγίους νομίζουσι προφήτας· οἱ δὲ τοῖς ἱεροῖς λόγοις ἐντεθραμμένοι, ὑπὸ τῆς θείας φωτιζόμενοι χάριτος, τὴν τῶν ἁγίων προφητῶν εὑ ρίσκουσι συμφωνίαν. Φέρε τοίνυν, ἐκείνης τῆς αἴγλης τυχεῖν ἱκετεύσαντες, δήλην αὐτὴν τοῖς ἀγνο οῦσι ποιήσωμεν. Τὸν μὲν οὖν χρόνον τῆς αἰχμαλω σίας συμφώνως τεθείκασιν ἅπαντες, ὅ τε θεῖος Ἱε ρεμίας, ὅ τε θεσπέσιος Ζαχαρίας, καὶ ὁ μακάριος Ἔσδρας· τὸν ἑβδομηκοντούτην γὰρ ἀριθμὸν τεθεί κασιν ἅπαντες· οὐκ ἀπὸ τῶν αὐτῶν δὲ καιρῶν ἀριθμεῖν ἀρχόμενοι τοῦτον τὸν χρόνον, οἱ μὲν εἰς Κῦρον, οἱ δὲ εἰς ∆αρεῖον, τοῦτον καταλήγειν ἔφασαν τὸν ἀριθμόν. Οἱ μὲν γὰρ περὶ τὸν μακάριον Ἱερεμίαν καὶ Ἔσδραν, ἀπὸ τῆς ἀρχῆς τῆς πρώτης αἰχμαλω σίας ἀριθμοῦντες, εἰκότως μέχρι Κύρου, τοῦ Περσῶν βασιλέως, τὰ ἑβδομήκοντα περιορίζουσιν ἔτη. Ὁ δὲ θειότατος Ζαχαρίας ἀπὸ τῆς τελευταίας πολιορκίας, ἐν ᾗ τὴν πανωλεθρίαν ὑπέμειναν, ἀριθμῶν, ἐπὶ ∆α ρείου τοῦ Περσῶν βασιλέως, τὸν τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμὸν συμπληροῦσθαί φησι· καὶ γὰρ ἐπὶ τούτου τῷ ὄντι ὁ θεῖος ἀνῳκοδομήθη νεώς. Ἐπειδὴ γὰρ τρὶς ὁ λαὸς αἰχμάλωτος γέγονε, πρῶτον μὲν ἐπὶ