1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

64

δοῦναι αὐτὴν εἰς χεῖρας ἀποκεντούν των. Ταύτην γὰρ, φησὶ, "τὴν μάχαιραν εὐτρεπῆ" γενομένην ἐνεχείρισε τοῖς εἰς τὸ κολάζειν ἐπιτη δείοις· σημαίνει δὲ τοὺς Χαλδαίους. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ ὑπὸ τοῦ Θεοῦ εἰρημένον εἰς τὸν Βαβυλώνιον, ἢ γοῦν Ἀσσύριον· "Μὴ δο ξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύ τως ἐάν τις ἄρῃ ῥάβδον, ἢ ξύλον." Καὶ πάλιν, "Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ τῆς ὀργῆς μου ἐστὶν ἐν ταῖς χερσὶν αὐτῶν." Ἣν τοίνυν ῥάβδον παιδευτικὴν, καὶ ἀξίνην, καὶ πρίονα, ὄργανα φυτῶν δαπανητικὰ, ἐκεῖ προσηγόρευσεν, ἐνταῦθα ῥομφαίαν ὠνόμασε, θηγομένην μὲν, καὶ στιλβουμέ νην ὑπὸ τῆς τῶν κολαζομένων τιμωρίας, καθάπερ δέ τισι δημίοις τοῖς Βαβυλωνίοις ἐγχειριζομένην. Ταύ την δὲ τὴν τιμωρίαν καὶ πῦρ ἄνω κέκληκε, ταῖς πολλαῖς προσηγορίαις δεδίσσεσθαι βουλόμενος, καὶ εἰς μεταμέλειαν ἀγαγεῖν τοὺς τῇ δυσσεβείᾳ προστε τηκότας. Τούτοις ἐπάγει· 81.1012 ιβʹ. Ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι ἐγένετο ἐν τῷ λαῷ αὕτη ἐν πᾶσι τοῖς ἀφ ηγουμένοις τοῦ Ἰσραὴλ, οἱ παροικοῦντές μοι εἰς ῥομφαίαν ἐγένοντο σὺν τῷ λαῷ μου. Τί ταύ της ἐφάμιλλον ἀγαθότητος; κολάζει δικαίως, καὶ θρηνεῖν τῷ προφήτῃ παρακελεύεται· οὐ γὰρ ἑκὼν κολάζει, ἀλλ' ὑπὸ τῆς τοῦ λαοῦ παρανομίας ἀναγκα ζόμενος. γυναικὶ δὲ παραπλησίως θαυμάζειν τῷ προφήτῃ παρεγγυᾷ, ὅτι οὐχ ὁ λαὸς μόνος, ἀλλὰ καὶ οἱ τούτου ἄρχοντες παρεδόθησαν τῇ ῥομφαίᾳ, καὶ τὸ πάντων ἀνιαρώτατον, "Οἱ παροικοῦντές μοι, φησὶν, εἰς ῥομφαίαν ἐγένοντο σὺν τῷ λαῷ μου." Κοινωνή σαντες γὰρ τῷ λαῷ τῆς παρανομίας οἱ ἱερεῖς, ἐκοι νώνησαν καὶ τῆς τιμωρίας. Τούτους γὰρ ὠνόμασε παροικοῦντας, ἅ τε δὴ ἔνδον ἐν τῷ θείῳ νεῷ διά γοντας, καὶ τὰς ἱερατικὰς λειτουργίας πεπιστευμέ νους. ιγʹ. ∆ιὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου, ὅτι δεδικαίωται, καὶ τί, εἰ καὶ φυλὴ ἀπωσθῇ; οὐκ ἔσται. λέγει Ἀδωναῒ Κύριος. ∆ιὰ τοῦ κρότου, φησὶ, τῶν χειρῶν σήμανον τῆς συμφορᾶς τὴν ὑπερ βολὴν, καὶ θαύμασον τῆς τιμωρίας τὸ δίκαιον. Οὔτε γὰρ μικρὰ διὰ τῆς τιμωρίας τοῖς ὑπολειφθεῖ σιν ἡ ὠφέλεια γενήσεται· ἀρχὴ γὰρ αὐτῆς δικαιώ σεως αὕτη κατασταθήσεται· εἰ γὰρ καὶ νῦν ἀπωσθῇ ἡ τῶν ἄλλων ἐθνῶν κεχωρισμένη φυλὴ (πάντα δὲ τὸν Ἰουδαϊκὸν διὰ τούτου σημαίνει λαὸν), ἀλλ' ἔσται πάλιν, καὶ ἀνακλήσεως τεύξεται· ἀρκεῖ γὰρ εἰς βεβαίωσιν τῶν λεγομένων τὸ αὐτὸν ταῦτα λέγειν τὸν ∆εσπότην καὶ Κύριον. ιδʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα, καὶ διπλασίασον ῥομφαίαν, ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστι, ῥομφαία τραυματιῶν ἡ μεγάλη. Τρίτην ῥομφαίαν καλεῖ τὴν ἐν τῷ ἐννάτῳ ἔτει τῆς βασιλείας Σεδεκίου γενομένην κατὰ τῆς Ἱερουσαλὴμ στρατείαν· ἀλλὰ τῷ μὲν ἀριθμῷ τετάρτη ἐστίν· ἐπειδὴ δὲ ἡ ἐπὶ Ἰεχονίου γενομένη ἀναιμωτὶ ἐγεγένητο (αὐτόματος γὰρ ἐξῆλθεν ὁ βασιλεὺς πρὸς τὸν Ναβουχοδονόσορ σὺν τῇ μητρὶ, καὶ τῇ γυναικὶ, καὶ τοῖ ἄρχουσι, καὶ οὕτως ἀπήχθη δορυάλωτος εἰς Βαβυλῶνα), εἰκό τως τρίτην καλεῖ ῥομφαίαν τὴν ἐπὶ Σεδεκίου γενομέ νην, τὰς συμπλοκὰς ἀριθμῶν, καὶ τὰς παρατάξεις, ἀλλ' οὐχ ἁπλῶς τὰς ἐφόδους· διὸ καὶ λέγει· "Ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστιν ἡ μεγάλη." Εἶτα διδάσκει, τί δήποτε αὐτῷ παρακελεύεται κροτῆσαι τὰς χεῖρας. ιεʹ. Καὶ ἐκστήσεις αὐτοὺς, ὅπως θραυσθῇ ἡ καρδία αὐτῶν, καὶ πληθυνθῶσιν οἱ ἀσθε νοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδον ται εἰς σφάγια ῥομφαίας. Καὶ πρᾶττε, φησὶ, καὶ λέγε τὰ δεδίξασθαι αὐτοὺς δυνάμενα, ὅπως θραυ 81.1013 σθῶσιν αἱ καρδίαι αὐτῶν, ἀντὶ τοῦ, ἵνα μαλαχθῇ καὶ οἱονεὶ συντριβῇ τὸ ἀντίτυπον τῆς καρδίας αὐ τῶν τῇ προῤῥήσει τῶν ἀλγεινῶν. Ἱκανὸν δὲ αὐτοὺς ἐκδειματῶσαι, ὅτι σφαγῇ παραδοθήσονται, καὶ ὅτι πλήρεις πᾶσαι αἱ πύλαι τῶν ἀναιρουμένων γενή σονται. Εἶτα μετὰ προσωποποιΐας τινὸς σημαίνει τὴν παρ' αὐτοῦ γενομένην συγχώρησιν. Εὖγε ὀξεῖα γέγονεν εἰς σφαγὴν, εὖ γέγονεν εἰς στίλβωσιν, ὡς ἀστραπὴ διαπορεύου. (ιʹ.) Ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται. Ἄμφηκές φησι τὸ ξίφος, ἑκατέρωθεν τεθηγμένον· εὖ