De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
τοὺς πεπιστευκότας; "Τὰ γὰρ πρόβατα τὰ ἐμά, φησί, τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου." Ἀφῖχθαί γε μὴν "εἰς τὰ ἴδιά" φησιν αὐτὸν ὁ θεολόγος ἡμῖν Ἰωάννης, ἴδια λέγων αὐτοῦ τήν τε ἐπὶ γῆς ἀνθρωπότητα, καὶ πᾶν, οἶμαι, τὸ πεποιημένον. Ἐνεργεῖ δὲ καὶ εἰς ἡμᾶς τὴν Πατρὸς ἐνέργειαν οὐχ ὑπεσταλμένως, καὶ τὴν τῆς κυριότητος δόξαν οὐκ ὀθνείαν ἔχων ὁρᾶται, ποιεῖται δὲ μᾶλλον ἰδίαν τῇδέ τε ἔχειν ἀξιοῖ. ∆ιαλεγόμενος γάρ που τοῖς συνθέουσί τε καὶ ἑπομένοις αὐτῷ μαθηταῖς· "Ὁ μὲν θερισμός, ἔφη, πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. ∆εήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ." Ἀλλὰ τὴν τῶν ἀμώντων ἀνάδειξιν, καίτοι τοῖς τοῦ Πατρὸς θελήμασιν ἀναθείς, ἑαυτὸν ἀπέφηνεν εὐθὺς τοῦ θερισμοῦ τὸν δεσπότην, τὸ χρῆναι μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις ἀπονέμων ὡς ἐξαίρετον. Αὐτοῦ δὲ εἶναι τὴν ἅλω καὶ ὁ σοφὸς Ἰωάννης διισχυρίσατο λέγων· "Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ." Καὶ πρός γε τούτοις, αὐτῷ τοὺς πεπιστευκότας ὡς ∆εσπότῃ καὶ Θεῷ καταγράφει λέγων ὁ Παῦλός ποτε μέν· "Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις." Ποτὲ δὲ αὖ· "Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ·" καίτοι Θεῷ λέγοντός τινος, μᾶλλον δὲ ἁγίου παντός· "Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα." Ἆρ' οὖν ἔσθ' ὅπως οἵπερ ἂν, ἴδιοι νοοῖντο τοῦ Πατρὸς, εἶεν ἂν οὗτοι Χριστοῦ κατὰ τὸν ἴσον τρόπον μὴ οὐχὶ συνεισδουμένης εἰς ἑνότητα τῆς ἀμφοῖν οὐσίας; {Β.} Οὔ φημι. Θεὸς γὰρ εἷς ἐφ' ἡμᾶς καὶ Κύριος εἷς. ∆ιήκοι δ' ἂν ἐπ' ἀμφοῖν οὐσιωδῶς ἑκάτερον. {Α.} Ἀληθὴς ὁ λόγος. Ἀνάπλεως γὰρ κυριότητος καὶ τῆς ἐπὶ τούτῳ δόξης μεμεστωμένος ὡς Θεὸς ὁ Πατήρ, καὶ 497 μὴν καὶ Θεὸς ὡς Κύριος ὁ Υἱός. Εἴη δ' ἂν οὔτε Θεὸς ὁ Πατὴρ τοῦ κυριεύειν δίχα, οὔτ' ἂν ἀληθῶς Κύριος ὁ Υἱὸς τῆς κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος ἐκμεμοχλευμένος. Τοιγάρτοι πρὸς ἀδιάσπαστον κοινωνίαν οἱονεί πως ἀνακιρνὰς τὰ ἀμφοῖν ὁ θεσπέσιος Παῦλος, ὁτὲ μὲν Θεοῦ τοῦ Πατρὸς ὁτὲ δὲ Χριστοῦ τὸ Εὐαγγέλιον εἶναί φησι. Βούλει, λέγωμεν τὰ ἐξ ἱερῶν ἑλόντες Γραμμάτων εἰς πληροφορίαν; {Β.} Καὶ μάλα. {Α.} Ἔφη τοίνυν· "Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ." Μετακομίζων δὲ ὥσπερ τὴν τοῦ Θεοῦ δόξαν ἐπὶ τὸν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ σὺν αὐτῷ νοούμενον Υἱόν, ἔφη πάλιν· "Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ." Ἀμφοῖν δὲ τοῖν ὀνομάτοιν τὴν δήλωσιν κατασφίγγων εἰς ἕν, διὰ τὴν ταὐτότητα τῆς οὐσίας· "Τολμηρότερον δέ, φησίν, ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ." Ἓν οὖν ἄρα τὸ Εὐαγγέλιον Χριστοῦ καὶ Θεοῦ, καὶ ὅσπερ ἂν γένοιτο περὶ Θεοῦ λόγος, οὑτοσὶ ἤδη πρέπων ἂν εἴη καὶ τῷ Υἱῷ. Εἰ δὲ δή τι τὸ μεσο λαβοῦν καὶ διιστῶν εἰς ἀνομοιότητα κατεφαίνετο τοῦ τεκόντος τὸ γεννηθέν, γένοιτ' ἂν ἤδη πως οὐχ ὁ αὐτὸς ἐπ' ἀμφοῖν ἔτι λόγος. Ἢ οὐκ ἀληθὲς εἶναι φῄς, ὦ Ἑρμεία; {Β.} Ἔγωγε. {Α.} ∆ιεστήξει δὴ οὖν καὶ ἀποιχήσεταί ποι πρὸς τὸ ἑτεροίως ἔχον τὰ διηγήματα, καὶ οὐχ ὅπερ ἄν τις ὀρθῶς ἔχειν οἴοιτο τυχὸν περὶ Θεοῦ καὶ Πατρός, τοῦτό τοι διανοεῖσθαι προσήκοι ἂν καὶ περὶ Υἱοῦ. Ἓν οὖν ἄρα πῶς ἂν εἴη τὸ ἀμφοῖν Εὐαγγέλιον, προήκοι δ' ἂν ὅπως διὰ τῶν αὐτῶν ἡμῖν ἀπα ραλλάκτως διηγημάτων, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός, καὶ οὐχὶ δὴ μᾶλλον καταπλανήσειεν ἂν τὸν μυσταγω γούμενον, ἢ γοῦν σαγηνεύσει πρὸς ἀληθείας ἐπίγνωσιν; {Β.} Ἀληθές. {Α.} Ὁ δὲ τὸ τοῦ Θεοῦ μυστήριον, τουτέστι τὴν ἐπ' αὐτῷ πίστιν, τοῖς οὔπω μαθοῦσιν ἱερουργῶν, πῶς ἂν λέγοιτο Χριστοῦ λειτουργὸς καὶ Χριστὸν διακηρύξῃ, Θεῷ τὴν δόξαν πραγματευόμενος καὶ Θεοῦ μὲν διάκονον ἑαυτὸν