ελεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει. Ελεον καὶ ἀλήθειαν, ἀντὶ τοῦ· ἐλεήμονα καὶ ἀληθινὸν ἀγαπᾷ Κύριος. Συνηθὲς γὰρ τῇ γραφῇ τὴν εξιν ἀντὶ τοῦ μετέχοντος λέ γειν· οὐχὶ δύο λέγει πράγματα, ἀλλ' ηδεται τῷ ἐλεεῖν καὶ ἀληθεύειν ἀγαπᾷ· η ελεος καὶ ἀλήθειαν ἀγαπᾷ, οὐ τὰς δι' αἱμάτων θυσίας, ἀλλὰ τὸ ποιεῖν ελεος καὶ ἀγαπᾶν τὴν ἀλήθειαν, -Χάριν, φησὶ, θείαν οἱ τοιοῦ τοι ἐκ τῶν τοῦ παναγίου Πνεύματος κρου νῶν ἀρύοντες, οἱ τὴν ἀλήθειαν δηλαδὴ καὶ τὸν ελεον ἀγαπῶντες. 83.13 Κύριε τῶν δυνάμεων, μακάριος ανθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Κατάδηλον πάντη τοῦ ψαλμοῦ τὸ ἀκρο τελεύτιον· μακαρίζει γὰρ καὶ ζηλωτὸν ὀ νομάζει τὸν πάσης μὲν βιωτικῆς εὐκληρίας καταφρονοῦντα, μόνῃ δὲ ἐπὶ τὸν Θεὸν ἐλ πίδι θαῤῥοῦντα. 84.1 Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλ μός. Οἱ μὲν υἱοὶ Κορὲ τὸ αὐτὸ ελεγον δύο η τρεῖς· εν μὲν δὲ λέγεται, ινα τὸ αὐτὸ λέγω μεν πάντες. ̓Επινίκιος καὶ ουτος τῶν ἐπ ανελθόντων ἐκ Βαβυλῶνος· ἐσχημάτισται δὴ, ὡς τοῦ Θεοῦ στρατηγοῦντος, καὶ λαβόν τος τὴν αἰχμαλωσίαν, καὶ διὰ χρόνου ἐπα νερχομένου εἰς ̔Ιερουσαλὴμ, καὶ τοῦ λαοῦ καταδιελόντος ἑαυτὸν δίχα, τοῦ προηγουμέ νου τε καὶ ἑπομένου, καὶ ὡς νικητὴν ἀνευ φημοῦντος τὸν τῶν ολων Θεόν. Προθεσπίζει δὲ ἐνταῦθα μετὰ τῆς σκιᾶς καὶ τὴν ἀλή θειαν, ητοι μετὰ τὴν τῶν ̓Ιουδαίων ἐκ Βαβυ λῶνος ἐπάνοδον καὶ τοῦ παντὸς κόσμου τὴν σωτηρίαν. 84.2,3 Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν ̓Ιακώβ. ̓Αφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας τὰς ἁμαρτίας αὐτῶν. Εὐδοκεῖ Κύριος τὴν ἀγαθὴν καὶ σπουδαί αν γῆν τυγχάνουσαν, διὰ τοῦ δέχεσθαι τὸν παρ' αὐτοῦ σπορὸν, καὶ ὡς ἑκατὸν καρποφο ρεῖ· καὶ ἀφίησι μὲν τὰς ἀνομίας διὰ τοῦ βαπτίσματος· ἐπικαλύπτει δὲ τὰς ἁμαρτίας διὰ τῆς πικρᾶς μετανοίας. Νῦν μὲν τὴν γῆν σου, κατωτέρω δὲ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν, καὶ κατωτέρω δὲ καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς· ἐν τῇ εἰς τὴν γῆν καθόδῳ τοῦ σωτῆρος ἡμῶν, εὐδόκησεν ὁ Θεὸς τὴν γῆν ἑαυτοῦ. Η γῆν σου, ἀντὶ διαστολῆς ἀλλοτρίας λέγει τὴν ̓Ιουδαίαν, τῷ διὰ τῆς πίστεως γενομένῳ αὐτοῦ λαῷ. Λέγει δὲ τὸν ἐξ ἐθνῶν κατὰ τὸ εἰρημένον ὑπὸ Ζαχα ρίου τοῦ προφήτου· ̓Εκείνῃ τῇ ἡμέρᾳ κατα φεύξονται ἐπὶ τὸν Κύριον εθνη πολλὰ, καὶ εσονται αὐτῷ εἰς λαόν. 84.8 ∆εῖξον ἡμῖν, Κύριε, τὸ ελεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Οὐ μόνον ὁ ἐλεούμενος ὁρᾷ τὸν δεικνύμε νον αὐτῷ ελεον ἀπὸ Θεοῦ, ἀλλὰ πολλῷ μᾶλλον ὁ φωτιζόμενος εἰς γνῶσιν τοῦ ἐλέου, ωστε αν εἰπεῖν· Ελεον καὶ κρίσιν ᾳσομαί σοι, Κύριε. Νῦν ἑνικῶς τὸ σωτήριον ἡ ἀρε τή ἐστι, τὸ σωτήριον τοῦ Θεοῦ ὁ Χριστός. 84.9 Οτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν. Καὶ ἐπὶ τοὺς ἀποστόλους αὐτοῦ καὶ πάν τας τοὺς πιστεύοντας εἰς αὐτὸν, ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησιν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι. ∆είκνυσι δὲ καλῶς ὡς ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ μηκέτι πταιόντων δικαιο σύνης ἀρχὴ, διὸ καὶ πελάζει φοβουμένοις ἡ σωτηρία, καὶ ην ἀφῆκας, ἀπολαμβάνουσι σὺν εὐκλείᾳ πατρίδα. 84.10 Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐ τὸν τὸ σωτήριον αὐτοῦ. Εἰ ἀρχὴ σοφίας φόβος Κυρίου, σοφία δὲ ἡμῶν ἐστιν ὁ Χριστὸς, καλῶς ουν λέγεται ὁ σωτὴρ ἐγγὺς ειναι τῶν φοβουμένων αὐτόν. 85.1 Προσευχὴ τῷ ∆αυίδ. Προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων ἀναπεμπομένη. 85.2 Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. ∆οῦλος Θεοῦ, ὁ μὴ δουλεύων ἁμαρτίᾳ, μη δέ τινι πάθει ὑποκείμενος, ἐν μόνῳ δὲ ἐλπί ζων Θεῷ. ̓Εγὼ ηλπισά σοι, δέσποτα, δὸς ἐλπίδι τῆς σωτηρίας ἀντίδοσιν. - ̔Η γνῶ σις τοῦ Θεοῦ σωτηρία ἐστὶ ψυχῆς. ̓Επειδὴ οσιος ἑαυτῷ κατηγόρευσεν, ἐπὶ τὸ ταπεινὸν πάλιν καταφέρει τὸν λόγον, δοῦλον ἑαυτὸν ἀπογραφόμενος τοῦ Θεοῦ, καὶ ἐπ' αὐτῷ μό νῳ τὴν ἐλπίδα τῆς σωτηρίας εχειν ἐπαγγελ λόμενος. 85.4 Ευφρανον τὴν ψυχὴν τοῦ δούλου σου, οτι πρὸς σὲ, Κύριε, ῃρα τὴν ψυχήν μου. Ευφρανον, ητοι διὰ ζωήν. ∆ιδάσκει ἡμᾶς ὁ λόγος, ὡς τὸν βουλόμενόν τε παρὰ τοῦ Θεοῦ λαβεῖν ἀγαθὸν,