ἐγκα τέλιπές με, κ. τ. ἑ. Αὕτη ἡ φωνὴ τοῦ Κυρίου Χριστοῦ, τῷ σταυρῷ προσηλωμένου, καὶ ἄλλως δὲ τυποῖ τὸ ἡμέτερον πάθος. Ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκα ταλελειμμένοι καὶ παρεωραμένοι πρότερον· εἶτα νῦν προσειλημμένοι καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν, ὥσπερ τὴν ἀφροσύνην ἡμῶν καὶ τὸ πλημ μελὲς οἰκειούμενος, διὰ τῶν ἑξῆς τοῦ ψαλμοῦ φησι· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παρα πτωμάτων μου.» Ὡς ἔλεγε· Μακράν με ποιοῦ σι τῆς σωτηρίας αἱ ἁμαρτίαι. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς ὁ ἔπαινος τοῦ Ἰσ ραὴλ, κ. τ. ἑ. Ἐντεῦθεν μανθάνομεν, ὅτι αὐ τοέπαινός ἐστιν ὁ Κύριος, καὶ ἔπαινος μακρὰν τοῦ Ἰσραήλ. Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, κ. τ. ἑ. Ὁ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλ' ἀπὸ ξύλου, καὶ κατεσθίει ξύλα, χόρτον, καλάμην. Τάχα καὶ ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον τὴν μοχθηρὰν καὶ εὔπρηστον ὕλην. Εἰ δὲ ξύλα καὶ αἱ λογικαὶ ὀνομάζονται φύσεις· «Σὲ» γὰρ, φησὶν, «ἐζή λωσαν πάντα τὰ ξύλα τοῦ παραδείσου,» ἐν δὲ ταύ ταις πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία, καὶ δικαιο σύνη· καλῶς ὁ Χριστὸς ὀνομάζεται σκώληξ ἐν τοῖς τοιούτοις ξύλοις γενόμενος. Ἀλλὰ καὶ ὡς σκώληξ δέ λεαρ γέγονε τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ εὑρίσκεται μὲν τῷ σοφῷ εὐθὺς, τῷ δὲ ἄφρονι σκολιός. Γίνεται δὲ καὶ ἡμῖν ἁμαρτάνουσι σκώληξ, τὴν συνείδησιν ἡμῶν διελέγχων καὶ κατατρώγων. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλ πίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, κ. τ. ἑ. Θεὸν γὰρ γενόμενον ὁ Πατὴρ ἐμαιεύσατο· οἶ μαι δὲ καὶ μόνον τῶν εἰς γένεσιν ἐληλυθότων, ἐπεὶ καὶ μόνος ἐξ ἁγίου Πνεύματος ἦν. Εἰ δὲ ἐλπίζειν ᾔδει ἔτι γαλακτοδοτούμενος τελειότητι, πρὸς τὸ, «ἐκ σπάσας με,» λεχθείη ἂν, ὅτι καὶ ἵνα μὴ ἐξέλθῃ τῆς γαστρὸς, ἐπεβουλεύετο καὶ ἐκωλύετο, ὡς δεῖσθαι τοῦ Θεοῦ ἐκσπῶντος αὐτὸν ἀπὸ γαστρός. Τάχα δὲ καὶ πάντα τὸν γεννώμενον ἀόρατός τις δύναμις ἐκσπᾷ ἀπὸ τῆς γαστρός· ἁγία μὲν, ὡς τὸν Παῦλον ἀφορι ζόμενον ἐκ κοιλίας μητρός· χείρων δὲ, ὡς τοὺς ἀπηλ λοτριωμένους ἀπὸ μήτρας ἁμαρτωλούς. Μόνον δὲ τὸν Σωτῆρα αὐτὸς ἐξέσπασεν ὁ Πατὴρ ἀπὸ τῆς γαστρὸς, ὥστε αὐτὸν τοῦ ἐξαιρέτου αἰσθανόμενον εἰρηκέναι τό. «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός·» τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπασμένων, ἀλλ' ἐξερχομέ νων· «Ἐξῆλθε» γὰρ, φησὶν, «ὁ Ἡσαῦ ὡσεὶ δορὰ δασύς.» ∆ιὰ τοῦτο δὲ μόνος οὐ γέγονεν ἐν τῇ τῶν 12.1256 νηπίων ἀνοίᾳ καὶ καταστάσει· ἔτι γὰρ μαστοὺς μη τρὸς διὰ τὸ σῶμα θηλάζων ἐλπίζειν ᾔδει ἐπὶ τὸν ἐκ σπάσαντα αὐτὸν ἐκ γαστρός· πάντες γὰρ ἄνθρωποι γενόμενοι πρότερον τῇ κακίᾳ προσέρχονται· ὁ δὲ Κύριος ἡμῶν, καθώς φησιν Ἡσαΐας, «πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκ λέξασθαι τὸ ἀγαθόν.» Τὸ δὲ περὶ Ἰωάννου μέντοιγε «σκιρτῶντος ἐν ἀγαλλιάσει» συνεξετάσεις τούτοις, καὶ τὰ περὶ Ἰακὼβ «ἐν τῇ κοιλίᾳ πτερνίζοντος τὸν ἀδελφὸν αὐτοῦ,» καὶ τὰ περὶ Ἱερεμίου «πρὶν ἐξελ θεῖν ἐκ μήτρας ἁγιασθέντος.» Ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, κ. τ. ἑ. Ἐνὼς ἤλπι σεν ἐπικαλεῖσθαι τὸν Θεὸν, ἀλλ' οὐκ ἀπὸ μαστῶν τῆς μητρός· ὁ δὲ Χριστὸς πρὶν ἢ γνωσθῆναι ἀγαθὸν ἢ κακὸν, ἐξελέξατο τὸ ἀγαθόν· ὥστε καλῶς οὗτος λέγεται ἠλπικέναι ἀπὸ μαστῶν τῆς μητρός. «Οὐκ ἔστι γὰρ, φησὶν, ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐχ ἁμαρτήσει.» Ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σὺ, κ. τ. ἑ. Ἦ ἐπεὶ ἅμα τῷ γεννηθῆναι ηὔχετο, τάχα καὶ πρὶν γεννηθῆναι· ἦν γὰρ συνετώτερος Ἰωνᾶ ἐν κοιλίᾳ κήτους εὐχομένου. Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν, κ. τ. ἑ. Τάχα τὸ, «θλίψις ἐγγὺς,» ἔλεγεν ἐπὶ τοῦ σταυροῦ κρεμάμενος, ἀναφέ ρων ἐπὶ τὰς ἐν ᾅδου πρὸς τὰς ἐκεῖ δυνάμεις περι στάσεις. Λέγει δὲ ταῦτα, οἱονεὶ οὐδενὸς τῶν ἀγγέλων αὐτῷ βοηθοῦντος. Οὐ γὰρ ἐτόλμησέ τις αὐτῶν ἕως ἐκεῖ συγκαταβῆναι. Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίο νες περιέσχον με, κ. τ. ἑ. Ἀνάγοις δὲ ταῦτα καὶ ἐπὶ τοὺς νοητοὺς δαίμονας, καὶ μόσχους νοήσεις τὰς ἐνεργούσας γήϊνα πονηρὰς δυνάμεις, διὰ τὸ γεωπόνον εἶναι τὸ ζῶον· ταύρους δὲ πίονας διὰ τὸ πολυμαθὲς τῆς κακίας τὰς τῶν ἀπατηλῶν ῥημάτων προϊσταμένας δυνάμεις καὶ δι'