65
Ἰωακεὶμ, τοῦ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, τὸ δὲδεύτερον ἐπὶ Ἰεχονίου, τοῦ υἱοῦ Ἰωακεὶμ, τὸ δὲ τρίτον ἐπὶ Σεδεκίου, τοῦ ἀδελφοῦ μὲν τοῦ Ἰωακεὶμ, θείου δὲ τοῦ Ἰεχονίου, ἀναγκαίως τρὶς καὶ τῆς ἐπαν όδου τυγχάνουσι. Πρῶτον μὲν γὰρ ἀφίησιν αὐτοὺς Κῦρος ὁ Πέρσης, εἶτα ∆αρεῖος ὁ υἱὸς Ὑστάσπου, ἔπειτα Ἀρταξέρξης ὁ Ξέρξου, ἡνίκα πρότερον μὲν τὸν Ἔσδραν, μετ' ἐκεῖνον δὲ τὸν Νεεμίαν ἀπέστειλεν, ὥστε τὰ τῆς Ἱερουσαλὴμ ἀνοικοδομῆσαι τείχη. Τῶν μὲν οὖν πρώτων αἰχμαλώτων γεγενημένων ὁ ἑβδομηκονταέτης πληροῦται χρόνος ἐπὶ Κύρου τοῦ Πέρσου· τῆς δὲ τοῦ ναοῦ ἐρημίας ὁ αὐτὸς οὗτος χρόνος λαμβάνει τέλος ἐν τῷ δευτέρῳ ἔτει ∆αρείου τοῦ Ὑστάσπου, ὡς εἶναι προφητείαν ἑκατέραν, τὴν Ἱερεμίου τε καὶ Ζαχαρίου, ὡσαύτως δὲ καὶ τὴν τοῦ Ἔσδρα συγγραφὴν, ἀψευδῆ τε καὶ ἀληθῆ. Τοῦτον, φησὶ, τὸν χρόνον ὁ μακάριος ∆ανιὴλ συνιεὶς, καὶ ἀριθμήσας, καὶ εὑρὼν πλησιάζοντα· γʹ. "Ἔδωκα τὸ πρόσωπόν μου, φησὶ, πρὸς Κύριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν ἐν νηστείαις, καὶ σάκκῳ καὶ σποδῷ." Οὐ γὰρ, φησὶν, ἁπλῶς ἀνέμενον τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν, ἀλλ' ἱκετείαν τῷ ∆εσπότῃ προσέφερον, τὴν ἐλευθε ρίαν τοῖς ὁμοφύλοις αἰτῶν. Κἂν γὰρ μυριάκις ὑπό 81.1460 σχηται ἀγαθὰ, ἀναξίους δὲ ἡμᾶς αὐτοὺς τῆς δωρεᾶς καταστήσωμεν, ἐμπόδιον γινόμεθα τῇ θείᾳ φιλοτι μίᾳ. Τοῦτο δὲ καὶ δι' Ἐζεκιὴλ τοῦ προφήτου φησὶν ὁ Θεός· "Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖν καὶ καταφυτεύειν, καὶ ἔσται, ἐὰν στραφὲν τὸ ἔθνος ἐκεῖνο ποιήσῃ πονηρὰ, οὐ μὴ ἐπ αγάγω ἐπ' αὐτὸ πάντα τὰ ἀγαθὰ ἃ ἐλάλησα." Ταῦτα πεπαιδευμένος ὁ μακάριος ∆ανιὴλ, "νηστείᾳ, καὶ σάκκῳ, καὶ σποδῷ," τὴν προσευχὴν πτερώσας προσέφερεν τῷ Θεῷ. δʹ. "Καὶ προσηυξάμην, φησὶ, πρὸς Κύριον τὸν Θεόν μου, καὶ ἐξωμολογησάμην, καὶ εἶπον· Κύριε ὁ Θεὸς, ὁ μέγας καὶ θαυμαστὸς, ὁ φυλάσσων τὴν δια θήκην καὶ τὸν ἔλεον τοῖς ἀγαπῶσί σε, καὶ φυλάτ τουσι τὰ προστάγματά σου." Καλεῖ δὲ μέγαν καὶ θαυμαστὸν, ὡς μεγάλα καὶ θαυμαστὰ ποιεῖν δυνά μενον. Ἀπὸ γὰρ τῶν ἐνεργειῶν οἱ θεῖοι ἄνδρες τὰς θείας προσηγορίας τιθέναι φιλοῦσι. "Φυλάττειν δὲ καὶ αὐτὸν ἔφη τὴν διαθήκην καὶ τὸν ἔλεον τοῖς ἀγαπῶσιν αὐτὸν," τῶν πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἀναμιμνήσκων ἐπαγγελιῶν. Μετὰ πάσης δὲ ἀκριβείας εὐχόμενος, διδάσκει, ὅτι οὐχ ἁπλῶς φυλάττει, ἀλλὰ "τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ φυλάτ τουσι τὰς ἐντολὰς αὐτοῦ. "Εἰ γάρ τις, φησὶ, παραβῇ σου τὰ προστάγματα, ἀνάξιον ἑαυτὸν τῶν ὑποσχέ σεών σου καθίστησι. Τοῦτο δὲ καὶ ἡμῖν συνέβη. εʹ. "Ἡμάρτομεν γὰρ, φησὶν, ἠδικήσαμεν, ἠσεβή σαμεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ ἀπὸ τῶν κριμάτων σου." Σφόδρα δὲ προσφόρως ἐπὶ τοῦ Θεοῦ τὰς ἐντίμους ἐκείνας καὶ θαυμαστὰς τεθεικὼς προσηγορίας, τὰς ἐκ διαμέτρου ἐναντίας σφίσιν αὐ τοῖς ἐπιτέθεικεν. Οὐκ ἠρκέσθη δὲ τῷ εἰπεῖν ἡμάρ τομεν, ἀλλὰ καὶ τὸ "ἠδικήσαμεν καὶ ἠσεβήσαμεν" προσέθηκεν, ἀγνώμονες περὶ τὰς σὰς εὐεργεσίας γενόμενοι. Ἠσεβήσαμεν δὲ, ἄλλους ἀντὶ σοῦ θεοὺς προελόμενοι, ἀψύχους, ἀναισθήτους, οὐδεμίαν κεκτη μένους ἰσχύν. Εἶτα δεικνὺς τὴν διηνεκῶς εἰς αὐτοὺς γινομένην τοῦ Θεοῦ κηδεμονίαν, καὶ τὴν πολλὴν τοῦ λαοῦ ἀναλγησίαν, ἐπήγαγε· ʹ. "Καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν, οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν, καὶ πρὸς τοὺς ἄρχοντας ἡμῶν, καὶ πρὸς τοὺς πατέρας ἡμῶν, καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς." Οὐ γὰρ ἐπαύσατό σου ἡ χάρις ἐποπτεύουσά τε ἡμᾶς, καὶ διὰ τῶν προφητῶν διαλεγο μένη, ποτὲ μὲν βασιλεῦσι καὶ ἄρχουσι, ποτὲ δὲ ἱε ρεῦσι καὶ διδασκάλοις (τούτους γὰρ πατέρας ἐκάλεσε), πολλάκις δὲ καὶ παντὶ τῷ λαῷ· ἀλλὰ καὶ τούτων οὕτω γενομένων ἡμεῖς διετελέσαμεν ἀντιλέγοντες. ∆ιὸ εἰκότως προστέθεικεν· ζʹ. "Σοὶ, Κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη 81.1461 τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, καὶ παντὶ Ἰσραὴλ, τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν, ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ ἐν ἀθετήσει αὐτῶν, ᾗ ἠθέτη σάν σε, Κύριε." Τὰ μὲν γὰρ, φησὶν, ὑπὸ σοῦ γε γενημένα, ∆έσποτα, τὴν σὴν κηρύττει δικαιο σύνην· ἡμεῖς δὲ διὰ τὴν πολλὴν ἡμῶν παρανομίαν