De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
παραγαύδιον εἰς τὰς κιγκλίδας τοῦ βήματος, ἤγουν εἰς τὰ ἅγια θύρια, καὶ εἰθ' οὕτως ἐξέρχεται ὁ πραιπόσιτος, καὶ εἰσάγει ἀπὸ τοῦ πανθέου, εἴτε καὶ ἀπὸ τοῦ ὡρολογίου, τὸν ὀφείλοντα γενέσθαι κουβικουλάριον, καὶ ἔξωθεν τοῦ εὐκτηρίου, ἤγουν εἰς τὸ βῆλον τοῦ ἁγίου Θεοδώρου, κελεύσει τῶν πραιποσίτων ἐνδύουσιν οἱ κουβικουλάριοι καμίσιον τὸν μέλλοντα τιμηθῆναι, καὶ ἀποσκεπάζουσιν αὐτὸν, καὶ εἶθ' οὕτως εἰσάγουσιν αὐτὸν ἐν τῷ εὐκτηρίῳ, καὶ ἱστῶσιν αὐτὸν πρὸ τῶν ἁγίων θυρῶν. εἶτα ὁ πρῶτος πραιπόσιτος ποιεῖ εἰς αὐτὸν τὴν εἰωθυῖαν παραίνεσιν, νουθετῶν καὶ ἐξασφαλιζόμενος αὐτὸν τοῦ μὴ δῆσαι χεῖρας εἰς ἕτερον βαρβάτον ἄνευ τοῦ βασιλέως, καὶ τοῦ μὴ εἶναι μέθυσον καὶ πέρπερον καὶ περισσοπραξίας ἐργάζεσθαι, καὶ τοῦ μὴ συνδυάζειν ἢ συμφιλιοῦσθαι ἐξολεστάτοις καὶ νεωτερισταῖς ἀνθρώποις· 626 πρὸς τούτοις καὶ τοῦ μὴ ἐξάγειν μυστήριον βασιλέως, τιμᾷν δὲ πάντας τοὺς ἐν ἀξιώμασι προβαθμίους καὶ ἰσοβαθμίους αὐτοῦ καὶ πᾶσαν τὴν σύγκλητον, μάλιστα δὲ τοὺς αὐτοῦ πραιποσίτους. ταῦτα ἐξασφαλισάμενος ὁ πραιπόσιτος τὸν μέλλοντα τιμηθῆναι κουβικουλάριον, λέγει πρὸς αὐτόν· "ὅρα, πόθεν ἀναλαμβάνει τὸ ἀξίωμα. πάντως πρόδηλον ἐκ τῶν ἁγίων θυρῶν. καὶ εἰς τοῦτο ἀφορῶν, ὅτι ἐκ χειρὸς Κυρίου τοῦτο λαμβάνεις, πρόσεχε σεαυτῷ, ὅπως μέχρι τέλους ζωῆς σου ταῦτα πάντα φυλάξῃς, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ σου διαθέμενος καὶ ταῖς κρείττοσιν ἀρεταῖς κοσμούμενος, ταῖς μείζοσι τῶν βαθμῶν ἀξίαις παρὰ τοῦ πλουτοδότου καὶ θείου ἡμῶν αὐτοκράτορος ἐπιτύχῃς καὶ ἔνδοξος ἐν τῷ ἱερῷ κουβουκλείῳ γενήσῃ." ταῦτα πρὸς αὐτὸν εἰπὼν ὁ πραιπόσιτος κελεύει αὐτὸν τρίτον ἐπὶ τῆς γῆς πρὸς ἀνατολὰς προσκυνῆσαι καὶ τῷ Θεῷ ἀπευχαριστῆσαι. εἶθ' οὕτως ἀναλαμβάνεται τὸ χρυσοῦν παραγαύδιον ὁ πραιπόσιτος ἀπὸ τῶν ἁγίων θυρῶν, καὶ ἐπενδύει αὐτὸν, καὶ ἀσπάζονται αὐτὸν οἱ πραιπόσιτοι καὶ οἱ λοιποὶ, καὶ ἐξάγουσιν αὐτὸν ἀπὸ τοῦ βήλου. καὶ ἡνίκα ἐξέλθῃ, πίπτει ἐπὶ τῆς γῆς, καὶ προσκυνεῖ τὸν βασιλέα, καὶ εἶθ' οὕτως ἐξάγεται παρὰ τῶν πραιποσίτων καὶ τῶν τοῦ κουβουκλείου εἰς τὸν λαυσιακὸν, καὶ ἀσπάζονται αὐτὸν πάντες οἱ τῆς συγκλήτου, καὶ πρὸς πάντων οἱ τοῦ κουβουκλείου. καὶ εἶθ' οὕτως σκεπάζεται καὶ καθέ 627 ζεται εἰς τὴν ἰδίαν αὐτοῦ τάξιν, καὶ τῶν μινσῶν γινομένων, ἀπέρχεται ἔμπρατος ἐν τῷ οἴκῳ αὐτοῦ. ΚΕΦ. κϛʹ. Περὶ τῶν κατὰ διαφόρους καιροὺς συμβάντων γενέσθαι περὶ τῆς παλαιᾶς συνηθείας τῆς τελουμένης ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. Ἰστέον, ὅτι τὸ παλαιὸν μετὰ τὸ προσενεγκεῖν τὰ δῶρα τῇ ἁγίᾳ τραπέζῃ τὸν βασιλέα ἔμενεν ἔνδον τοῦ ἁγίου θυσιαστηρίου ἕως τῆς μεταλήψεως τῶν θείων μυστηρίων· ἐπὶ δὲ Θεοδοσίου τοῦ ὀρθοδόξου βασιλέως τοῦτο ἀπεκόπη δι' αἰτίαν, ἣ ἐν τῷ βίῳ ἀναγέγραπται τοῦ ἁγίου καὶ ἀοιδίμου Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων. ΚΕΦ. κζʹ. Ὅπως Ἡράκλειος ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς τοῦ καίσαρος ἀξίας ἀνήχθη εἰς τὸ σχῆμα τῆς βασιλείας, καὶ πῶς ∆αβὶδ ὁ ἀδελφὸς αὐτοῦ γέγονε καῖσαρ. Χρὴ εἰδέναι, ὅτι κατὰ τὴν τετάρτην τοῦ Ἰουλίου μηνὸς, ἰνδ. ιαʹ, ὁ αὐτοκράτωρ καὶ μέγας βασιλεὺς θελήσας ἀναγορεῦσαι Ἡράκλειον τὸν τούτου υἱὸν ἀπὸ τῆς ἀξίας τοῦ 628 καίσαρος εἰς τὸ σχῆμα τῆς βασιλείας, ἐποίησεν οὕτως. μετεστάλη ὁ πατριάρχης καὶ οἱ τῆς συγκλήτου πάντες. καὶ ὁ μὲν πατριάρχης εἰσῆλθεν πρὸς τὸν βασιλέα, παρόντος καὶ Κωνσταντίνου δεσπότου τοῦ αὐτοῦ γνησίου ἀδελφοῦ. ἡ δὲ εὐχὴ ἐγένετο ἐν τῷ ἁγίῳ Στεφάνῳ τῆς ∆άφνης, καὶ ἐπῄρθη, ὅπερ ἐφόρει καμελαύκιον ὁ καῖσαρ, ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ περιετέθη αὐτῷ ὁ βασιλικὸς στέφανος, ∆αβὶδ δὲ τῷ δεσπότῃ ἑτέρας εὐχῆς γενομένης, ἀνήγαγεν εἰς τὴν τοῦ καίσαρος ἀξίαν, ἐπιθεὶς αὐτῷ τὸ αὐτὸ καμελαύκιον. εἶθ' οὕτως μετεστάλησαν κατὰ τὸ ἔθος οἱ ἐνδοξότατοι πατρίκιοι, καὶ εἰσῆλθον ἐν τῷ αὐγουστέᾳ, καὶ ἐδέξαντο τόν τε μέγαν βασιλέα, ὁμοίως καὶ τοὺς αὐτοῦ υἱοὺς, παρόντος καὶ τοῦ καίσαρος. ἡνίκα οὖν ἐξῆλθον πάντες οἱ ἀπὸ ὑπάτων καὶ ἕως τῶν ἰλλουστρίων, ἔστησαν εἰς τὰ γραδήλια τῆς ἀρέας. ἠνοίχθησαν δὲ καὶ αἱ πύλαι τοῦ ἄρματος καὶ εἰσῆλθον πάντα τὰ σίγνα καὶ αἱ σχολαὶ καὶ οἱ δῆμοι. συνεξῆλθεν δὲ αὐτοῖς καὶ ὁ πατριάρχης, καὶ πάντων εὐφημησάντων, εὐθέως ἀπῄει ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ μετὰ τῶν τέκνων αὐτοῦ, καὶ πάντα κατὰ τὸ ἔθος ἐγένετο καὶ ἐν τῇ αὐτῇ μεγάλῃ ἐκκλησίᾳ. ΚΕΦ. κηʹ. Περὶ προκένσου τοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. Χρὴ εἰδέναι, ὡς τῇ πρώτῃ τοῦ Ἰαννουαρίου μηνὸς, ἰνδ. 629 ιβʹ, ἐποίησεν πρόκενσον ὁ βασιλεὺς ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, καὶ ἐξῆλθεν μετ' αὐτοῦ Κωνσταντῖνος ὁ δεσπότης, φορῶν χλανίδιον, καὶ Ἡράκλειος ὁ δεσπότης καὶ υἱὸς αὐτοῦ, φορῶν πραίσεκστον, καὶ παρὰ τοῦ ἰδίου ἀδελφοῦ παρακρατούμενος.