Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
οἶδε· διὸ ἡ βασιλεία σου οὐκ ἔστιν ἀνάγκη, ἵνα τοιούτως ἐπιχειρισθῇς, ἐπικίνδυνόν ἐστι τὸ πρᾶγμα, ἀλλ' ἐγὼ πράξω, ὅσα παρὰ τῆς βασιλείας σου προσταχθῶ. Καὶ εἰ μὲν ἡ τύχη ἐμοὶ βοηθήσῃ, ἕως τῆς σκη νῆς τοῦ ἀμηρᾶ ἐγὼ ἀπελεύσομαι, καὶ εἰ μὲν ἡ νίκη ἕως τέλους ἔσεται εἰς ἡμᾶς καὶ ἐγὼ ἐπαναστρέψω, δόξα τῷ Θεῷ, ἡ νίκη τῆς βασιλείας σού ἐστι καὶ ἔσεται· εἰ δὲ ἀπο κτανθῶ, οὐδέν ἐστι τὸ ἐμποδίζον ὑμᾶς. Ἐμβλέψατε τὴν γνῶσιν τοῦ ὄφεως, ὃς πάντοτε τὴν κεφαλὴν σκέπων, ὅλον τὸ σῶμα ὑγιαίνει· εἰ δὲ πληγῇ ἡ κεφαλή, ὅλον τὸ σῶμα ἀπόλ λυται. Τοιούτως καὶ εἰ ἡ βασιλεία σου ἐπιχειρισθῇς καὶ τοὐναντίον συμβῇ, ὁ δέομαι τοῦ Κυρίου μὴ γένοιτο, πάντες ἡμεῖς προφανῶς ἀπολλύμεθα. Ὁ δὲ ῥὴξ μὴ δεχθεὶς τὴν τοῦ Ἰάγκου βουλήν, τῷ πρωῒ συγκροτηθέντος τοῦ πολέμου ἰσχυροῦ καὶ φοβεροῦ, καὶ πολλὴ αἱματοχυσία καὶ σφαγὴ ἐκ τοῦ τῶν Τουρκῶν μέρους ἐγεγόνει. Ὁ δὲ ῥὴξ φθάσας ἄχρις ἐγγὺς τῆς σκηνῆς τοῦ ἀμηρᾶ, ἐβούλετο φεύγειν ὁ ἀμηρᾶς, οἱ δὲ ἰαννι τζαρέοι οὐκ εἴασαν αὐτόν, εἰ καὶ εἰς δειλίαν ἔπεσε, θεωρῶν τὸν ῥῆγα ἀνδρείως μαχό μενον, ἀλλὰ χειροπέδαις σιδηραῖς κρατήσαντες τὸν ἵππον αὐτοῦ, καὶ οὐκ ἐδύνατο φεύ γειν· οἳ καὶ ἠγωνίσαντο ἰσχυρῶς περὶ τῆς τοῦ ἀμηρᾶ σωτηρίας. Ὁ δὲ ῥὴξ δι' ἄλλης ἀνδρείως μαχόμενος, ἵνα τὸν ἀμηρᾶν καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ κερδήσῃ, καί τις τῶν ἰαννιτζάρων τοὔνομα Χαμουζᾶς, ἐκ τῆς Πελοποννήσου ὁρμώμενος, τὸν ὄπισθεν πόδα τοῦ ἵππου τοῦ ῥηγὸς τρώσας ἀξίνῃ, ἣν ῥίψας κατὰ τοῦ ἵππου, καὶ ἐν τῇ γῇ πε σὼν σὺν τῷ ἀναβάτῃ, καὶ οὕτως δραμὼν αὐτὸν ἀπεκεφάλισε· καὶ μετὰ ἀλαλαγμοῦ, ὡς σύνηθες τοῖς ἀσεβέσι, τὴν τούτου κεφαλὴν ὕψωσαν ἐπὶ δόρατος. Καὶ ἰδόντες οἱ Οὗγκροι διεσκορπίσθησαν ἔνθεν κἀκεῖθεν καὶ ἐν τῷ φεύγειν αὐτοὺς πολλοὶ ἑάλωντο καὶ ἐφο νεύοντο· καὶ τοῦτο ἐκ τῆς κακῆς συμβουλῆς συνέβη. Τῷ δὲ εἰρημένῳ ἰαννιτζάρῃ Χαμου ζᾶ ὁ ἀμηρᾶς ἀνταμείψας τὴν ἀνδρίαν καὶ τόλμην αὐτοῦ δρουγγάριον τῆς αὐτοῦ βίγλας τετίμηκεν, ὃ λέγεται τῇ αὐτῶν διαλέκτῳ ἰαννιτζάραγας, καὶ μετ' ὀλίγον καιρὸν καὶ βε ζίρην αὑτοῦ ἐποίησε. Τῇ οὖν ιζ-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους γέγονε παγκόσμιος καύσων καὶ ἄξιος μνήμης. 342 Ἐν ᾧ δὴ θέρει καὶ ὁ πνευματικὸς κὺρ Γρηγόριος ὁ 20Μελισσηνὸσ πατριάρχης ἐγένετο. Καὶ τῇ ιε-ῃ τοῦ Αὐγούστου μηνὸς ἐγεννήθη μοι υἱὸς Ἀνδρόνικος τοὔνομα, ὃς ἔζησεν ἡμέρας καὶ μόνον ὀκτώ. Καὶ τῷ #22νδ-ῳ ἔτει, ἐν μηνὶ ∆εκεμβρίῳ φθίνοντι, ἐλθόντος μου εἰς τὴν Πελοπόννησον μετὰ τῶν τῆς Ἑνετίας ἐμπορικῶν τριήρεων, καὶ Σεπτεμβρίου πρώτῃ τοῦ #22νε-ου ἔτους εὐηργετήθην τὴν ἡγεμονίαν τῆς Σπάρτης καὶ διοίκησιν καὶ πάντων τῶν πέριξ αὐτῆς, ἤγουν Κουλᾶ, Ἑ-βραικῆς, Τρίπης, Τζεραμίου, Παγκότων, Σκλαβοχωρίου καὶ πάντων τῶν ἄλλων αὐτοῦ χωρίων καὶ πάντα τὰ εἰσοδήματα αὐτῶν, ὡς οὐκ εἶχεν οὐ δεὶς ἄλλος πώποτε τὴν τοιαύτην διοίκησιν, εἰπών μοι δὲ καὶ τοῦτο ὁ αὐθέντης μου, ὅτι ἐπεὶ ἕνεκεν τῆς σῆς χρηστῆς δουλοσύνης καὶ τῆς ἐμῆς πρὸς σὲ ἀναδοχῆς καὶ ἀγάπης εὐηργετήσαμέν σοι τὴν τῆς Σπάρτης διοίκησιν, καὶ οὕτως θέλω εἶναι καὶ αὕτη ὡς τῆς Κορίνθου καὶ Πάτρας, ὧν τὴν μὲν ἔχει ὁ Καντακουζηνὸς Ἰωάννης, τὴν δὲ Ἀλέξιος ὁ Λάσκαρις. Καὶ γίνωσκε, ὅτι ἕτερον μεσάζοντα οὐ ποιήσω πάρεξ τὸν Σοφιανὸν Εὐ δαίμονα Ἰωάννην, ὃν ἔχω. Ἀλλ' οὐδ' ἐνταῦθα εὑρήσομαι ἀεί, ἀλλὰ διέ-ξομαι τὸν τόπον μου διὰ πολλὰ ὠφέλιμα. Καὶ ὅταν μὲν εὑρήσωμαι εἰς τὴν Κόρινθον, προστάξω τὰς ἐμᾶς ὑποθέσεις γίνεσθαι καὶ θεωρεῖσθαι καὶ τὰς τοῦ τόπου ἐκείνου μετὰ τοῦ Καντακουζηνοῦ καὶ τοῦ Εὐδαίμονος Ἰωάν νου· καὶ ὅταν πάλιν εὑρήσωμαι ἐν Πάτρᾳ, μετὰ τοῦ Λάσκαρι καὶ τοῦ Εὐδαίμονος Ἰωάννου, καταλιμπάνων τὸν Καντακουζηνὸν εἰς τὴν ἀρχὴν αὐτοῦ· ὅταν δὲ εἶμι ἐνταῦθα, μετὰ σοῦ καὶ τοῦ Εὐδαίμονος Ἰωάννου καὶ ἄλλων, ὅτι, ὅταν Θεοῦ εὐδοκίᾳ λήψωμαι καὶ γυναῖκα, σῇ γνώμῃ ἕξω αὐ τήν. Καὶ ἐνταῦθα τὸν πλείονα χρόνον διαβιβάσω καὶ σὺ ἔσῃ ὁ γνωστό τερος ἐν πᾶσιν εἰς τὰ θεραπείας αὐτῆς. Νῦν δὲ ἐγὼ μὲν ἀπέρχομαι πρὸς κρείττονα οἰκοδομὴν τοῦ Ἰσθμοῦ· σὺ δὲ ἐνταῦθα εὑρισκόμενος ἄρχου καλῶς τὴν ἀρχήν σου καὶ παῦσον τὰς ἀδικίας καὶ τὰς ἐνταῦθα