ἀδιάλειπτον δεῖ ειναι εἰς προσευχήν. Αιρει πρὸς Κύριον τὴν ἑαυ τοῦ ψυχὴν, ὁ διὰ πράξεως καὶ θεωρίας κου φίζων αὐτήν. 85.5 Οτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. ̓Αντὶ τοῦ ἐπιεικὴς ̓Ακύλας καὶ Θεοδο τίων ἱλαστὴς εἰρήκασιν· ὁ δὲ Σύμμαχος· Καὶ ἀφιείς. ̓Επήγαγε δὲ τοῦτο θεραπεύων τὸ δοκοῦν φορτικόν. 85.8 Οὐκ εστιν ομοιός σοι ἐν θεοῖς, Κύ ριε. Τίνι γὰρ ειπεν ποτὲ ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου; 85.9 Πάντα τὰ εθνη οσα ἐποίησας, ηξου σι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ονομά σου, Κύριε. Εἰ πάντα τὰ εθνη ηξει καὶ προσκυνήσει τὸ ονομα Κυρίου, ηξει δηλονότι καὶ τὰ εθνη τὰ τοὺς πολέμους θέλοντα· εἰ δὲ ουτω πᾶσα αρα φύσις λογικὴ προσκυνήσει ἐνώπιον Κυ ρίου, επειτα δὲ καὶ δοξάσει τὸ ονομα αὐτοῦ, οπερ σημαίνει τὸν ἐν αὐτῷ ὑπάρχοντα Πα τέρα. 85.11 ̔Οδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου. ̓Εγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Χριστός. Καὶ πάλιν· ̓Εγώ εἰμι ἡ ἀλήθεια. Ευχεται τοίνυν πρῶτον μὲν ἐν αὐτῷ γενέσθαι, ὡς ὁδὸν τὸν Χριστὸν, τουτέστιν ὡς ἀρετὴν, επειτα δὲ ὡς ἀλήθειαν, οπερ ἐστι τῆς θεωρίας. 85.17 Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀ γαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, οτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρακάλεσάς με. Οὐχ ἁπλῶς σημεῖον, ἀλλὰ σημεῖον ἀγα θὸν, ἀντὶ τοῦ· Ποίησον σημεῖον ἐμοὶ φέρον τὸ σωτήριον. Καὶ ἰδέτωσαν οἱ μισοῦντές με, τὴν εἰς ἐμὲ τοιγαροῦν πρόνοιαν δυσμενεῖς θεασάμενοι αἰσχύνης ἀναπληθήσονται, καὶ ἐπονείδιστοι παρὰ πᾶσι γενήσονται. Ση μεῖα ἀγαθά ἐστιν τὰ χαρίσματα τοῦ Πνεύ ματος τοῦ ἁγίου, ταῦτα γὰρ μάλιστα αἰσχύ νονται καὶ οἱ δαίμονες. -Καὶ παρεκάλε σάς με. Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πολλῶν κόπων. Η ἐστί· Βεβαιώθημαι καὶ παρακέκλημαι. 86.1 Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς. ̓Επινίκιος ουτός ἐστιν, ἀπαλλαγείσης τῆς πόλεως· προθεσπίζει δὲ καὶ τὴν κληρονο μίαν καὶ σωτηρίαν τῶν ἐθνῶν. 86.2 Οἱ θεμέλιοι ἐν τοῖς ορεσι τοῖς ἁγίοις. ̓Αγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάν τα τὰ σκηνώματα ̓Ιακώβ. Θεμέλια τῆς εὐσεβείας τὰ θεῖα παιδεύμα τα· ορη δὲ αγια, ἐφ' ων ταῦτα πέπηγε τὰ θεμέλια, οἱ τοῦ Σωτῆρος ἀπόστολοι. Περὶ τούτων γὰρ εφη καὶ Παῦλος· ̓Εποικοδομη θέντες εἰς τὸ θεμέλιον τῶν ἀποστόλων καὶ προφητῶν· ἐπὶ τούτων τῶν ἁγίων ορεων ὁ δεσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβεί ας θεμέλια. Η θεμελίους Θεοῦ τοὺς τῆς πόλεως θεμελίους καλεῖ, ὡς δι' αὐτὸν οὐκ ἀνατραπέντας. Ορη δὲ αγια, τὴν Σιὼν καὶ τὴν ̔Ιερουσαλὴμ, ὡς τοῦ ἁγίου Θεοῦ δείξαν τος ἐκεῖ τὴν ἑαυτοῦ κατοικίαν, δι' ην οὐ πα ρεδόθη καὶ αὐτὰ τοῖς ̓Ασσυρίοις. ∆ιό φη σιν· Εστηκα καὶ απαντα σῶα ἐπὶ τῆς οἰ κείας εδρας. - ̔Ηγοῦμαι καλῶς μὴ προσ κεῖσθαι τὸ τίνος οἱ θεμέλιοι αὐτοῦ, ιν' ἐπι ζητήσαντες ευρωμεν ἐν τοῖς ἐφ' ἑξῆς τὸν λεγόμενον τεθεμελιωκέναι τὴν Σιὼν ανδρα, ος καὶ ἐγεννήθη ἐν αὐτῇ, καὶ ἐθεμελίωσεν αὐτήν. ̔Ο δὲ ̓Ακύλας· Θεμελίωσις αὐτοῦ ἐν ορει ἡγιασμένῳ. Σημαίνει δὲ τὸ ἑδραῖον τῆς τῶν ̔Εβραίων πολιτείας, καὶ τὸ οἰκεῖον καύ χημα ἐν τῷ ορει τῆς Σιὼν ειναι, ου καὶ ὁ ναὸς ιδρυτο. Ορεα δὲ καὶ πόλιν ειπε, σεμνύ νων τὸ Σιὼν ορος. ̓Αγαπᾷ Κύριος καὶ τὸν πρακτικὸν καὶ τὸν θεωρητικόν. ̓Ιακὼβ γὰρ πτερνιστὴς ἑρμηνεύεται, ἡ δὲ Σιὼν σκοπευ τήριον. 86.5 Μήτηρ Σιὼν ἐρεῖ· Ανθρωπος, καὶ ανθρωπος ἐγεννήθη ἐν αὐτῇ. Μητέρα εκαστος τὴν Σιὼν ὀνομάζει, καὶ πᾶς ανθρωπος ἐρεῖ· Μήτηρ Σιών. ̔Ο μὲν παῖς ̓Ιησοῦς γεννᾶται ἐν βηθλεέμ· ὁ δὲ αν θρωπος ἐν τῇ Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκ τεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεννᾶσθαι ἐν τῷ νῷ. 86.6 Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. Τοῦτο ὁ Σύμμαχος ουτως· Κύριος ἀριθ μήσει γράφων λαοὺς, ουτος ἐτέχθη ἐκεῖ. ̔Ο γὰρ τοὺς ἐν αὐτῇ πολιτευομένους λαοὺς τῆς παρ' αὐτοῦ γραφῆς ἀξιῶν, ἐν αὐτῇ ἐγεννήθη, Κυρίος ων καὶ Θεός· ταύτην δὲ τὴν ἀρίθμη σιν καὶ ὁ Κύριος ἐδίδαξεν, εἰπών· ̔Υμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠρίθμηνται. Η τῶν λαῶν, φησὶ, καὶ τῶν ἀρχόντων, τῶν ἐν αὐτῇ τῇ ἐκκλησίᾳ γεγεννημένων, ἀρίθμη σιν ὁ