αὐτῶν τοὺς ἀνθρώ πους κερατιζούσας· λέοντα δὲ τὸν διάβολον ὠρυόμε νον καθ' ἡμῶν, καὶ πολλοὺς καθαρπάζοντα, ἀφ' οὗ λέοντος ἐξέσπασεν ὁ ποιμὴν ὁ καλὸς δύο σκέλη καὶ λοβὸν ὠτίου, διὰ παρακοῆς μὲν καταπίνοντος τὸ οὖς τῆς ψυχῆς τοῦ ἀνθρώπου, διὰ δὲ τῶν σκελῶν τὴν πορείαν αὐτῆς. Τοῦ αὐτοῦ. Ζητήσεις δὲ ἀπὸ τοῦ, «Περιεκύ κλωσάν με μόσχοι πολλοὶ,» πότερον τὰ μὲν λέγεται πρὸ τῆς ἐξόδου, τὰ δὲ περὶ τῶν μετὰ τὴν ἔξοδον, ἢ πάντως περὶ τῶν μετὰ τὴν ἔξοδον. Καὶ εἰκός γε ὅτι ἑώρα περιεστηκυίας δυνάμεις βουλομένας τὴν ψυχὴν αὐτοῦ παραλαβεῖν, καὶ καταβιβάσαι ἐν σκυθρωποτέ ροις χωρίοις. 12.1257 Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, κ. τ. ἑ. Ὀστᾶ τῆς σοφίας τὰ ἅγια δόγματα τῆς Ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα τοῖς Ἰουδαίοις μὴ συντρίβειν νενομοθέτηται· «Ὀστοῦν» γὰρ, φησὶν, «οὐ συντρίψετε αὐτοῦ.» Ἐκχεῖται δὲ ὡσεὶ ὕδωρ λόγος ὑπὸ τῶν πρεσβευόντων αὐτὸν ὑδα ρῶς, καὶ ὑπὸ τῶν εἰς οὐκ ἐπιτήδεια σκεύη λαλούντων αὐτὸν, καὶ ἐκχεόντων· διασκορπίζεται δὲ πάντα τὰ ὀστᾶ τοῦ λόγου ὑπὸ τῶν μὴ σωζόντων αὐτοῦ τὸ ὕψος, ἀλλὰ τὴν ἐν ταῖς Γραφαῖς ἁρμονίαν αὐτοῦ διαλυόντων, ὥστε εἶναι παρὰ μὲν τῷδέ τινι τόδε ὀστέον αὐτοῦ, παρὰ τῷδέ τινι ἕτερον, καὶ ἕτερον παρ' ἑτέρῳ. Ὁ δὲ ἐν τῷ τελείῳ Θεὸς συνάγει ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν ἐκ τοῦ ὄντος Ἰσραήλ. Ἢ κατὰ τὸ, «Ἐλέησόν με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου,» ἐστί τινα τῆς ψυχῆς νοητὰ ὀστᾶ. Καὶ εἰς χοῦν θανάτου κατήγαγές με, κ. τ. ἑ. Οὐκ εἰς θάνατον, ἀλλ' εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· οὐ γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου κατελή φθη, καὶ ἡ σὰρξ αὐτοῦ οὐκ οἶδε διαφθοράν. ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, κ. τ. ἑ. Ἰουδαῖοι μὲν τὸν γραπτὸν νόμον τηροῦντες καὶ τὰ αἰσθητὰ ἱμάτια τοῦ Λόγου διαμερίζονται· ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ λόγου φυλάσσοντες, τὰ νοητὰ ἱμάτια τοῦ Σωτῆρος ἡμῶν διαμεριζόμεθα, εἰς Χριστὸν βαπτιζόμενοι, καὶ αὐτὸν ἐνδυόμενοι ὡς σοφίαν καὶ ἀλήθειαν καὶ δικαιο σύνην. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, κ. τ. ἑ. Ἡ δυναμένη τὴν ψυχὴν πλῆξαι ῥομφαία νοητὴ ἄρα ἐστὶ, περὶ ἧς εἴρηται· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.» Ῥομφαία τοίνυν ἐστὶ ψεκτὴ πειρασμὸς εἰς ἀπιστίαν Θεοῦ προσκαλούμενος τὴν ψυχὴν, ἢ γνῶσις ψευδώνυμος, ἢ λογισμὸς ἀκά θαρτος εἰς ἁμαρτίαν ἐφελκόμενος τὴν ψυχήν· ὅπερ συμβαίνει τοῖς τὴν πρακτικὴν κατορθοῦν βουλομέ νοις. Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου, κ. τ. ἑ. Τὰ ἐκ τούτου τοῦ κυνὸς γεννώμενα καὶ αὐτὰ κυ νάρια ὀνομάζεται, περὶ ὧν εἴρηται· «Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυνα ρίοις. ∆ιηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, κ. τ. ἑ. Ταῦτα οἱονεὶ ἀναστάντος ἐκ νεκρῶν ὑπ' αὐτοῦ λέγεται, καὶ ἐπακουσθέντος ἐφ' οἷς προσηύ ξατο. Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν Ἐκκλησίᾳ μεγάλῃ, κ. τ. ἑ. «Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου,» τουτέστιν οὐκ ἐν εὐγενείᾳ οὐδ' ἐν πλούτῳ, ἀλλ' ἐν σοφίᾳ καὶ δικαιοσύνῃ. Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ 12.1260 αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, κ. τ. ἑ. «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.» Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύ ριον πάντα τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Μετὰ τὴν γνῶσιν ἡ λήθη, καὶ μετὰ τὴν λήθην ἡ μνήμη. Καλῶς τε, «μνησθήσονται,» τέθεικεν· ὑπὸ τοῦ Θεοῦ γὰρ τὸ εἶναι δεξάμενοι, τοῦ δημιουργήσαντος μνη σθήσονται, καὶ μνησθέντες ἐπιστραφήσονται, οὐχ ἓν ἔθνος, ὡς εἴρηται, οὐδὲ δύο, ἀλλὰ πάντα τὰ πέρατα τῆς γῆς, τῷ τῆς θεογνωσίας φωτὶ φωτιζόμενα. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπό ζει τῶν ἐθνῶν, κ. τ. ἑ. ∆εῖ γὰρ αὐτὸν βασι λεύειν ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὡσεὶ ἔλεγεν, ὅτι πάντες ἄδικοι γενόμενοι δίκαιοι, παυσάμενοι τοῦ γενέσθαι γήϊνοι καὶ φθαρτοί. Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κ. τ. ἑ. Μόνῳ ἡ ψυχὴ τοῦ Θεοῦ ζῇ τῷ Θεῷ, τὴν γνῶσιν ἔχουσα οὐ μό νον τῶν γεγονότων, ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεοῦ. Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, κ. τ. ἑ. «Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται.» «Γενεὰ» δὲ «σοφίας» ἐστὶ κατὰ τὸν σοφὸν Σολο μῶντα «φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.»