1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

66

ἐν αἰσχύνῃ γενόμενοι, τῆς ἰδίας ἀγνωμοσύνης κατ ηγοροῦμεν. Σοὶ μὲν γὰρ ἐκ τῆς ἡμετέρας ἀσεβείας οὐδεμία προσεγένετο βλάβη· ἡμεῖς δὲ τῶν σπερμά των ἐδεξάμεθα τοὺς καρποὺς, καὶ ἐλεεινῶς, ὅτι τῶν ὁμοφύλων κατηγορῶν, καὶ ἑαυτὸν τοῖς παρα βάταις συνάπτει. ηʹ. "Ἡμῖν, φησὶν, ἡ αἰσχύνη τοῦ προσώπου, καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς πα τράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν σοι." Ἱκανὸν δὲ τού των ἕκαστον εἰς ἔλεον ἐπικάμψαι καὶ τὸν ὠμότατον, μήτιγε τὸν ἡμερώτατον καὶ φιλανθρωπότατον. ∆εί κνυσι γὰρ διὰ τῶν λόγων οὐ τοὺς εὐτελεῖς τοῦ λαοῦ καὶ ἀφανεῖς μόνους αἰσχύνης ἀναπλησθέντας, ἀλλὰ καὶ αὐ τοὺς τοὺς βασιλέας, καὶ τοὺς ἄρχοντας, καὶ τοὺς ἱερέας· τούτους γὰρ πατέρας ὠνόμασε. Καὶ δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον, προστέθεικεν· "Οἵτινες ἡμάρ τομέν σοι." Ἀλλ' ἡμεῖς μὲν ἀξίους ἐκομισάμεθα τῆς παρανομίας τοὺς καρπούς· θʹ. "Τοῦ Κυρίου δὲ Θεοῦ ἡμῶν οἱ οἰκτιρμοὶ καὶ ἱλασμοί." Πρέπει γάρ σοι, ἡμέρῳ ὄντι καὶ φιλαν θρώπῳ, ἐλέῳ καὶ οἴκτῳ περὶ ἡμᾶς χρήσασθαι. Καὶ ἐπιμένων τῇ τῆς παρανομίας κατηγορίᾳ (ἤκουσε γὰρ τοῦ Θεοῦ δι' ἑτέρου προφήτου λέγοντος· "Λέγε σὺ τὰς ἀνομίας σου πρῶτον, ἵνα δικαιωθῇς"), οἰκειοῦται τὴν τοῦ λαοῦ παρανομίαν, καὶ τὴν ταύ της ποιεῖται κατηγορίαν, τὸν θεῖον ἔλεον ἐπαγ γέλλων. ιʹ. "Ὅτι ἀπέστημεν, φησὶ, καὶ οὐκ εἰσηκούσα μεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, πορεύεσθαι ἐν τοῖς νόμοις αὐτοῦ, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν ἐν χειρὶ τῶν δούλων αὑτοῦ τῶν προφητῶν." Φωτιζό μενοι γὰρ, φησὶν, ὑπὸ τῶν προφητῶν, καὶ ποδηγού μενοι πρὸς τὸ δέον, ἀντιλέγοντες πάντα τὸν χρόνον διετελέσαμεν. ιαʹ. "Καὶ πᾶς Ἰσραὴλ παρέβησαν τὸν νόμον σου, καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου." Εἰ γὰρ οἱ μὲν παρέβησαν, οἱ δὲ φύλακες ἀκριβεῖς τῶν σῶν νόμων ἐγένοντο, οὐκ ἂν τὴν συμφορὰν ὑπέμει ναν ταύτην· ἐπειδὴ δὲ κοινὴ παρὰ πάντων ἡ παρα νομία τετόλμηται, εἰκότως φησίν· "Ἐπῆλθεν ἐφ' ἡμᾶς ἡ κατάρα, καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τῷ νόμῳ Μωσῆ δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ." Ὅρκον δὲ καλεῖ τὸν ἐν τῷ ∆ευτερονομίῳ ὑπὸ τοῦ Θεοῦ γεγενημένον· "Ἀρῶ γὰρ, φησὶν, εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου, καὶ 81.1464 ἐρῶ· Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα, ὅτι παροξυνῶ ὡς ἀστρα πὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἐκδικήσω, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς μου, καὶ τοῖς μισοῦσί με ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα ἀφ' αἵματος τραυματιῶν, καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν." Καὶ μικρὸν πρὸ τούτων φησίν· "Εἶπον· ∆ιασπερῶ αὐτοὺς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐ τῶν." Τὴν δὲ κατάραν, τὴν ὑπὸ τῶν ἓξ φυλῶν, τὴν ἐν τῷ ὄρει τῷ Γεβὰλ γεγενημένην λέγει. Ἐκεῖνος τοίνυν, φησὶν, ὁ ὅρκος, καὶ ἡ κατάρα ἡ ἐν τῷ νόμῳ Μωσέως γεγενημένη, πέρας ἔλαβεν ἐφ' ἡμῶν. ιβʹ. "Καὶ ἔστησε τοὺς λόγους αὑτοῦ, οὓς ἐλάλησεν ἐφ' ἡμᾶς, καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, καὶ ὅσοι ἔκριναν ἡμᾶς, ἐπαγαγεῖν ἐφ' ἡμᾶς κακὰ μεγάλα." Καὶ δεικνὺς τὴν τῶν κακῶν ὑπερβολὴν, "Οἷα, φησὶν, οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ κατὰ τὰ γενόμενα ἐν Ἱερουσαλήμ." Οὐ γὰρ εὑρίσκω, φησὶ, παράδειγμα τῶν ἡμετέρων κακῶν. Εἶτα διδάσκων τῆς θείας προῤῥήσεως τὸ ἀψευδές· ιγʹ. "Καθὼς, φησὶ, γέγραπται ἐν τῷ νόμῳ Μω σέως." Καὶ τῆς τιμωρίας ἐμφαίνων τὸ δίκαιον, "Πάντα, φησὶ, τὰ κακὰ ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν, καὶ τοῦ συνιέναι ἐν πάσῃ ἀληθείᾳ σου, Κύριε." Οὐδὲ γὰρ τῶν τοσού των ἡμῖν καὶ τηλικούτων ἐπενεχθεισῶν συμφορῶν, μεταμελείᾳ χρήσασθαι ἠβουλήθημεν, καὶ παύσασθαι μὲν τῆς προτέρας παρανομίας, θεραπεῦσαι δέ σε τῇ φυλακῇ τῶν νόμων. ∆ιό φησιν· ιδʹ. "Ἐγρηγόρησε Κύριος ὁ Θεὸς ἡμῶν ἐπὶ τὴν κακίαν ἡμῶν, καὶ ἤγαγεν αὐτὴν ἐφ' ἡμᾶς." Ὥσπερ γάρ τινα ὕπνον τὴν μακροθυμίαν ἀποσεισάμενος, τὴν ἀξίαν τῶν πεπολιτευμένων ἡμῖν ἐπήγαγε τιμωρίαν· ὅτι Ἅγιος, φησὶ, Κύριος ὁ Θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὑτοῦ ἣν ἐποίησε, διότι οὐκ εἰσηκού σαμεν τῆς φωνῆς αὐτοῦ." Αὐτὸς μὲν γὰρ, φησὶν, ἀθῶός