1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

66

ληφθῆναι." Ἡ γὰρ μνήμη τῆς παρανομίας αὐτῶν αἰτία τῆς ἁλώσεως αὐτῶν ἔσται. κδʹ. ∆ιὰ τοῦτο, τάδε λέγει Ἀδωναῒ Κύριος, Ἀνθ' ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν τοῦ ὁραθῆναι τὰς ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν, καὶ ἐν πᾶσι τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθ' ὧν ἀνεμνήσατε ἐν τούτοις, ἁλώσεσθε ἐν αὐτοῖς. Ὑμεῖς, φησὶν, αἴτιοι, καὶ τῆς τῶν πολεμίων θρασύ τητος, καὶ τῆς τῶν δαιμόνων ἀληθείας ἐγένεσθε· 81.1017 τῶν γὰρ ὑμετέρων ἐπιτηδευμάτων ἡ πονηρία, καὶ ἡ τῆς ἀσεβείας ὑπερβολὴ, καὶ τῆς ἐμῆς ὑμᾶς ἐγύμνω σε χάριτος, καὶ ὑπὸ τοῖς πολεμίοις γενέσθαι πεποίη κεν, οἳ διὰ μαντείαν τὰς καθ' ὑμῶν ἐφόδους ποιού μενοι, ὁρῶσιν ἀκολουθοῦντα ταῖς μαντείαις τὰ πρά γματα· ἐπειδὴ τοίνυν καὶ τῆς ἐκείνων ἀληθείας ἐγέ νεσθε πρόξενοι, εἰκότως ἁλώσεσθε, καὶ τιμωρίᾳ πα ραδοθήσεσθε. Ἐντεῦθεν ἐπὶ τοὺς ἄρχοντας μεταβαί νει, τόν τε βασιλέα, καὶ τοὺς ἱερέας, καί φησιν· κεʹ, κʹ. Καὶ σὺ, βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραὴλ, οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας· τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀφελοῦ τὴν κίδαριν, καὶ ἀπόθου τὸν στέφανον, αὕτη οὐ τοιαύτη ἔσται. Σὺ μὲν, φησὶν, ὁ ἱερεὺς, διὰ τὴν παρανομίαν τῆς ἱερατικῆς ἐγυμνώθης κιδάρεως· σὺ δὲ, ὁ βασιλεὺς, δυσσεβείᾳ συζήσας, σεαυτὸν ἀπεστέ ρησας τοῦ στεφάνου. Ἑκατέρα τοίνυν ἡγεμονία τὰ ἑαυτῆς ἀποθέσθω σύμβολα· αὕτη γὰρ, φησὶν, ἡ πολιορκία οὐκ ἔοικε ταῖς πάλαι· τέλος γὰρ ἔλαβεν ἡ καθ' ὑμᾶς βασιλεία. Καὶ τὴν αἰτίαν διδάσκων· "Ἐτα πείνωσας, φησὶ, τὸ ὑψηλὸν, καὶ ὕψωσας τὸ ταπεινὸν ἀδικίᾳ." Ἀδικίᾳ γὰρ χρησάμενος συνεργῷ, τὸ μὲν ὑψηλὸν δι' ἀρετὴν ἐταπείνωσας, τὸ δὲ ταπεινὸν δι' ἀδικίαν τοῖς λόγοις ἐπῆρας, παραφθείρας τὸ δίκαιον. ∆ιό φησιν· κζʹ. Ἀδικίαν, ἀδικίαν θήσομαι αὐτήν. Τούτου χάριν σε, φησὶ, ταύτης τῆς ἀδικίας πράξομαι δίκας. Εἶτα ἐπάγει· "Οὐδ' αὕτη τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ." Τῶν μὲν γὰρ προτέρων, φησὶ, πολιορκιῶν αὕτη χαλεπωτέρα· οὐ μὴν, φησὶ, παντελῶς κατασβέσω τὸν τῆς βασιλικῆς συγγενείας σπινθῆρα, ἕως ἂν ἔλθῃ ᾧ καθήκει, καὶ ᾧ ἁρμόττει, καὶ αὐτῷ παραδώσω τὴν βασιλείαν. Τοῦτο καὶ ὁ μακάριος Παῦλός φησιν· "Ἕως ἂν ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται, διαταγεὶς δι' ἀγγέ λων ἐν χειρὶ Μεσίτου." Καὶ Ἰακὼβ ὁ πατριάρχης τὸν Ἰούδαν εὐλογῶν ἔφη· "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Καὶ ἐνταῦθα τοίνυν τὴν τοῦ ∆εσπότου Χριστοῦ βασιλείαν ᾐνίξατο, εἰρηκώς· "Οὐδ' αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ." Εἰ γὰρ καὶ ὑπέμεινε πολιορκίαν καὶ πόρθησιν ἡ Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ, ἀλλ' οὐ τοιαύτην, οἵαν ὑπὸ τῶν Ῥωμαίων μετὰ τὸν σωτήριον σταυρόν. Μετὰ μὲν γὰρ τὴν προτέραν ἅλωσιν ἑβδομήκοντα διελθόν των ἐτῶν πάλιν ἀνῳκοδομήθη, καὶ τὴν προτέραν εὐ πραξίαν ἔλαβε· μετὰ δὲ τὸν σωτήριον σταυρὸν ἐσχά την ἐρημίαν ὑπέμεινεν· αὐτοὶ δὲ οἱ Ἰουδαῖοι οὐδὲ ἐπιβῆναι τῶν ὅρων ἐκείνων τολμῶσιν ἀπειργόμενοι νόμῳ· διὰ τοῦτο ἔφη· "Οὐδ' αὕτη τοιαύτη ἔσται," ἀντὶ τοῦ, οἵα ἡ ἐσομένη· φυλάξω γὰρ τὸ γένος, "ἕως 81.1020 οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ." Ὅταν γὰρ, φησὶν, ἀναφανῇ ἐκεῖνος, εἰς ὃν αἱ ἐπαγγελίαι φέρονται, τότε παραδοὺς αὐτῷ τὴν βασιλείαν, τού τους ἐκδώσω πανωλεθρίᾳ. Ἐντεῦθεν κατὰ Ἀμμανιτῶν τρέπει τὴν προφητείαν· ἀπεχθῶς γὰρ περὶ τοὺς Ἰουδαίους διακείμενοι ταῖς τούτων ἐφήδοντο συμφο ραῖς. κηʹ, κθʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν· καὶ ἐρεῖς· Ῥομφαία, ῥομφαία ἐσπασμένη εἰς σφάγια, καὶ ἐσπασμένη εἰς συντέλειαν· ἐγεί ρου, ὅπως στίλβῃς ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ, καὶ ἐν τῷ μαντεύεσθαι ψευδῆ. Ἐμαν τεύσατο δὲ οὐχὶ ἡ ῥομφαία, ἀλλ' οἱ ταύτῃ χρησά μενοι. Ψευδῆ δὲ τὴν μαντείαν καὶ τὴν ὅρασιν προσηγόρευσεν, ὡς ἀλλοτρίαν τῆς ἀληθείας ὑπάρ χουσαν. Εἰ γὰρ καὶ τότε ἀληθῆ προεσήμαινεν, ἀλλὰ τῶν θείων προφητῶν προαγορευόντων τὴν θείαν ἀπό φασιν, ἃ παρ' ἐκείνων ἤκουσε προμηνύειν ἔδοξε·