And concerning chastity, the holy word teaches us not only not to sin in act, but not even in thought, not even in the heart to think of any evil, nor look on another man’s wife with our eyes to lust after her. Solomon, accordingly, who was a king and a prophet, said: “Let thine eyes look right on, and let thine eyelids look straight before thee: make straight paths for your feet.”136 Prov. iv. 25. And the voice of the Gospel teaches still more urgently concerning chastity, saying: “Whosoever looketh on a woman who is not his own wife, to lust after her, hath committed adultery with her already in his heart.”137 Matt. v. 28. “And he that marrieth,” says [the Gospel], “her that is divorced from her husband, committeth adultery; and whosoever putteth away his wife, saving for the cause of fornication, causeth her to commit adultery.”138 Matt. v. 32. Because Solomon says: “Can a man take fire in his bosom, and his clothes not be burned? Or can one walk upon hot coals, and his feet not be burned? So he that goeth in to a married woman shall not be innocent.”139 Prov. vi. 27–29.
Καὶ περὶ σεμνότητος οὐ μόνον διδάσκει ἡμᾶς ὁ ἅγιος λόγος τὸ μὴ ἁμαρτάνειν ἔργῳ, ἀλλὰ καὶ μέχρις ἐννοίας, τὸ μηδὲ τῇ καρδίᾳ ἐννοηθῆναι περί τινος κακοῦ, ἢ θεασάμενον τοῖς ὀφθαλμοῖς ἀλλοτρίαν γυναῖκα ἐπιθυμῆσαι. Σολομὼν μὲν οὖν, ὁ βασιλεὺς καὶ προφήτης γενόμενος, ἔφη· Ὅἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια· ὀρθὰς ποίει τροχιὰς σοῖς ποσίν.” ἡ δὲ εὐαγγέλιος φωνὴ ἐπιτατικώτερον διδάσκει περὶ ἁγνείας λέγουσα· “Πᾶς ὁ ἰδὼν γυναῖκα ἀλλοτρίαν πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. καὶ ὁ γαμῶν”, φησίν, “ἀπολελυμένην ἀπὸ ἀνδρὸς μοιχεύει, καὶ ὃς ἀπολύει γυναῖκα παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι.” ἔτι ὁ Σολομών φησιν· “Ἀποδήσει τις πῦρ ἐν ἱματίῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσπορευόμενος πρὸς γυναῖκα ὕπανδρον οὐκ ἀθῳωθήσεται.”