De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ἐφόρεσαν δὲ τόγας ὅ, τε πατρίκιος Νικήτας καὶ ὁ πατρίκιος Ἰωάννης καὶ ὁ πατρίκιος ὁ κατὰ Ἰέσδην καὶ ὁ πατρίκιος ∆ομέτιος καὶ ὁ μάγιστρος Εὐστάθιος, καὶ οἱ λοιποὶ ἄρχοντες ἐφόρεσαν χλανίδια ὁλοσήρικα, καί τινες δὲ τῶν ἀπὸ ὑπάρχων ἐφόρεσαν λώρους κατὰ ὑπατίας, καὶ εἰσελθόντων αὐτῶν ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ἧψαν κηροὺς καὶ πάντα τὰ πρὸς συνήθειαν γεγόνασιν, καὶ ἐγένετο ἄξια. ΚΕΦ. κθʹ. Ὅπως ἐν ἡμέρᾳ ἱπποδρομίου ἐδέξατο Ἡράκλειος τοὺς τῆς συγκλήτου, παρόντος καὶ τοῦ πατριάρχου. Χρὴ εἰδέναι, ὡς, τῇ τετάρτῃ τοῦ αὐτοῦ μηνὸς ἱπποδρομίου ὄντος, ἐδέξατο ὁ βασιλεὺς ἐν τῷ αὐγουστέᾳ τοὺς εἰωθότας, καὶ ἐν τῷ μέλλειν ἀνέρχεσθαι αὐτὸν ἐν τῇ ἱπποδρομίᾳ, πάλιν ἐκέλευσεν, καὶ ἐδέξατο πάντας τοὺς ἄρχοντας, καὶ εἰσελθόντων αὐτῶν ἐν τῷ αὐγουστέᾳ, εὗρον ἱστάμενον τόν τε βασιλέα καὶ τὴν αὐγούσταν, καὶ ἔμπροσθεν αὐτῶν ἱσταμένας Αὐγουστίναν καὶ Ἀναστασίαν τὰς αὐτῶν 630 θυγατέρας καὶ αὐγούστας, παρόντος καὶ τοῦ πατριάρχου, καὶ ἐν τῷ δεξιῷ μέρει ἵσταντο τὰ λοιπὰ τέκνα τοῦ βασιλέως, καὶ εἰς τὸ ἀριστερὸν μέρος ἵσταντο κουβικουλάριοι, καὶ ἔκραξαν λέγοντες· "εὐτυχῶς τῇ πολιτείᾳ, εὐτυχῶς τῇ πολιτείᾳ, εὐτυχῶς τῇ πολιτείᾳ. Ἡράκλειε αὔγουστε, τούμβικας. Ἀναστασία Μαρτίνα αὐγούστα, τούμβικας. Κωνσταντῖνε αὔγουστε, τούμβικας. Ἡράκλειε αὔγουστε, τούμβικας. Αὐγουστίνα αὐγούστα τούμβικας. Ἀναστασία αὐγούστα, τούμβικας. ∆αβὶδ καῖσαρ, τούμβικας. Μαρτῖνε νωβελήσιμε, τούμβικας." καὶ εἶθ' οὕτως ἀνῆλθεν ὁ βασιλεὺς ἐν τῷ ἱπποδρομίῳ. ΚΕΦ. λʹ. Περὶ κηδείας πατριάρχου. Χρὴ εἰδέναι, ὅτι τῇ ιγʹ τοῦ ∆εκεμβρίου μηνὸς, ἰνδ. ιβʹ, ἐτελειώθη Σέργιος ὁ πατριάρχης Κωνσταντινουπόλεως ἡμέρᾳ κυριακῇ· καὶ μετὰ τὸ δέξασθαι τὸν βασιλέα τοὺς ἄρχοντας κατὰ τὸ εἰωθὸς, ἀπέστειλεν αὐτοὺς εἰς τὴν κηδείαν τοῦ αὐτοῦ πατριάρχου. καὶ δὴ ἀπελθόντων τῶν συγκλητικῶν ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, ἀπήλλαξαν τὰ ἄσπρα χλανίδια, καὶ περιεβάλλοντο τὰ χροακὰ, καὶ οὕτως ἠκολούθησαν τῷ ἐξοδίῳ μέχρι τῶν ἁγίων ἀποστόλων. ἠρωτήθησαν δὲ οἱ τοῦ κλήρου τῆς ἐκκλησίας, εἰ καὶ εἰς ἑτέρους πατριάρχας ἐγένετο ἡ αὐτὴ τάξις· καὶ εἶπον, γενέσθαι τὴν τοιαύτην τά 631 ξιν εἰς τὴν κηδείαν τῶν ἐπισκόπων Κυριακοῦ καὶ Θωμᾶ. καὶ αὐτοὶ γὰρ ἐν κυριακῇ ἐτελειώθησαν. καὶ δὴ τῆς λειτουργίας γενομένης, οἱ θελήσαντες μεῖναι ἀξιωματικοὶ ἔμειναν μέχρι τῆς καταθέσεως τοῦ λειψάνου, οἱ δὲ λοιποὶ ἀνεχώρησαν οἴκαδε. ΚΕΦ. λαʹ. Πῶς δεῖ προσφέρειν τὸν βασιλέα ἐν μεγάλῃ ἐκκλησίᾳ ἀναθήματα. Ἰστέον, ὅτι τῇ ἡμέρᾳ τῶν φώτων τοῦ βασιλέως Μιχαὴλ προσφέροντος τῇ ἐκκλησίᾳ ποτήριον χρυσοῦν ἐκ λίθων τιμίων καὶ μαργάρων ἠμφιεσμένον, τὸ μὲν ποτήριον προστάξει τοῦ βασιλέως Μιχαὴλ σπαθάριος καὶ χρυσοεψητὴς ἐβάσταζε, τὸ δὲ ποτηροκάλυμμα σιλεντιάριος, περιπατοῦντες ἀναμεταξὺ τῶν δύο μαγίστρων. καὶ τῶν ἁγίων θυρῶν πλησίον γενόμενος ὁ βασιλεὺς ἦρεν τὸ ποτήριον, καὶ εἰσελθὼν εἰς τὸ θυσιαστήριον τέθεικεν αὐτὸ εἰς τὴν ἁγίαν τράπεζαν. ὁ δὲ πατριάρχης λαβὼν τὸ ποτηροκάλυμμα ἀπὸ τοῦ σιλεντιαρίου ἐπέδωκεν αὐτὸ τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς ἐπέθηκεν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ. ΚΕΦ. λβʹ. Περὶ αἰτήσεως δεξίμου τῶν δύο μερῶν, ἑορτῆς παρούσης. Χρὴ εἰδέναι, ὅτι ἐπὶ Μιχαὴλ τοῦ βασιλέως τὰ δύο 632 μέρη μετὰ τὴν ὑποστροφὴν τῆς προελεύσεως τῶν φώτων ἀπῆλθον εἰς τὰς ἰδίας φιάλας, αἰτούμενοι γενέσθαι τὸ δέξιμον. ΚΕΦ. λγʹ. Περὶ προαγωγῆς ἀξιωμάτων ἐν ἡμέρᾳ ἐτησίῳ αὐτοκρατωρίας καὶ στεψίμου καὶ γενεθλίου καὶ στεφανώματος. Ἰστέον, ὅτι εἴθισται τοῖς βασιλεῦσιν ἐν τοῖς δεξίμοις τῆς αὐτοκρατορίας καὶ τῆς γεννήσεως, ὁμοίως καὶ τοῦ στεψίμου καὶ στεφανώματος αὐτῶν, μετὰ τὴν ἀπὸ τοῦ τρικόγχου ἐν τῷ χρυσοτρικλίνῳ εἴσοδον περιβάλλεσθαι τὰ χρυσοπερίκλειστα σαγία, καὶ καθέζεσθαι τὸν μέγαν βασιλέα ἐπὶ τοῦ ἱσταμένου θρόνου ἐν τῷ χρυσοτρικλίνῳ. εἰ δὲ μικροὶ ὦσιν βασιλεῖς, καθέζονται ἐν σελλίοις ἔνθεν κἀκεῖθεν τοῦ αὐτοῦ θρόνου. εἶτα εἰσέρχονται οἱ τοῦ κουβουκλείου, ὡς εἴθισται αὐτοῖς. ὁ δὲ βασιλεὺς προβάλλεται πλήθη πολλὰ ἀξιωμάτων ἀπό τε μανδατόρων, βεστητόρων, ὑπάτων, κανδιδάτων, σπαθαρίων καὶ δισυπάτων, ὁμοίως σπαθαροκανδιδάτων καὶ πρωτοσπαθαρίων, ἀναβιβάζων καθεκάστην τάξιν καὶ ἀξίαν. εἶθ' οὕτως ἀναστάντες ἀπὸ τοῦ σέντζου καθέζονται ἐπὶ τῆς τιμίας αὐτῶν τραπέζης. ΚΕΦ. λδʹ Περὶ προαγωγῆς ἀξιωμάτων ἐν ἡμέρᾳ ἐτησίῳ γεννήσεως καὶ ἑτέρων τοιούτων. Ἰστέον, ὅτι τὸ δέξιμον τῆς γεννήσεως Μιχαὴλ βασιλεὺς 633 ἐν τῇ μυστικῇ φιάλῃ τοῦ τρικόγχου ἐτελέσθη κατὰ τὴν εἰωθυῖαν ἀκολουθίαν τῶν δεξίμων. τῶν γὰρ μερῶν αἰτησαμένων τὰς δʹ αἰτήσεις, ἃς ἐξ ἔθους εἰώθασιν αἰτεῖσθαι, καὶ τοῦ