Κύριος διηγήσεται, τὴν γενομένην ἐν τοῖς οὐρανοῖς, ην αὐτὸς αὐτοῖς διηγήσατο, λέγων· Χαίρετε, οτι τὰ ὀνόματα ὑμῶν ἐγγέ γραπται ἐν τοῖς οὐρανοῖς. - Η καὶ ουτως· ̓Αναστήσει, φησὶ, τὰ πάτριά σου πάλιν, καὶ εσονταί σοι σύνοδοι ἐν τῷ ναῷ, καὶ ἀναγ νωσθήσονται θεῖαι γραφαὶ, δι' ων ὁ Θεὸς τοῖς λαοῖς δοκεῖ διαλέγεσθαι· ἐν αις συνόδοις, φη σὶν, καὶ αρχοντες εσονται, πάλιν λέγων δι δασκάλους καὶ ἱερεῖς. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; φησὶν ουτως· Εστι πεπολισμένη καὶ πληθύνουσα, ὡς αν πόλις οἰκισθείη πα ρὰ τῶν ἀνθρώπων ἀλύπως διαγόντων ἐν αὐ τῇ καὶ μετὰ πλείστης εὐφροσύνης. 86.7 ̔Ως εὐφραινομένων πάντων ἡ κατοι κία ἐν σοί. ̔Η γὰρ ἐν οὐρανῷ πολιτεία πάσας ἀθυ μίας κεχώρισται. - Η ουτως· οταν σοι, φησὶ, πάντων τῶν ἐν τῇ ἐκκλησίᾳ ἡ κατοι κία γένηται, τότε καὶ εὐφροσύνης εσονται πλήρεις. 87.3 Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευ χή μου. ̔Ωσπερεὶ ζώσης τῆς ἑαυτοῦ προσευχῆς ἀξιοῖ, οπως ελθοι ἐνώπιον τοῦ Κυρίου. 87.4,5,6 Οτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾳδῃ ηγγισε, προ σελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐγεννήθην ὡς ανθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. Τὸ δέ· ἐπλήσθη κακῶν ἡ ψυχή μου, ὁ Χριστὸς λέγει, τὰς ἁμαρτίας ἡμῶν φέρων ἐν τῇ ψυχῇ αὐτοῦ, καὶ πλήρης ων [κακῶν]· ὁ περὶ ἡμῶν ὀδυνάμενος, προσελογίσθη με τὰ τῶν καταβαινόντων εἰς λάκκον. -Εἰ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἐβάστασε, καὶ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως κακῶν ἐνε πλήσθη, φησίν. ̓Εὰν μεταλάβῃς τὸν ᾳδην εἰς τὸν θανόντα, γνῶθι πῶς ὁ θάνατος δια φέρει ζωῆς ἀνθρώπου· τὸ πλῆθος ἠντομό λησε τῶν περιστοιχιζόντων με θεωρῆσαι κα κῶν· παρ' αὐτὸν γὰρ ειμι τὸν θανόντα, καὶ τῆς σῆς δέομαι βοηθείας. - ̔Ως ἀβοήθητος μὲν, οὐ μὴν ἀληθῶς ἀβοήθητος, ὡς ἀπὸ τοῦ Πατρὸς, εἰ καὶ ειπεν· ̔Ο Θεὸς, ὁ Θεός μου, ινα τί ἐγκατέλιπές με; Μόνος γὰρ ὁ ̓Ιησοῦς, εἰ καὶ ἀπέθανεν ὑπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ, ἀλλ' ἐν νεκροῖς μόνος ην ἐλεύθερος, ὡς τό· Ερ χεται ὁ αρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. ∆ιὸ οὐκ εχων τοὺς τῆς ἁμαρτίας δεσμοὺς, ὡσεὶ ἐλεύθερος, ἀνέστη ἐκ νεκρῶν, ἐξουσίαν εχων μόνος πάλιν λαβεῖν αὐτὴν [τὴν ζωήν]. ̔Ο βουλόμενος τοῦτο ἐπὶ τοῦ Σωτῆρος λαβεῖν, νοησάτω ουτως· εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρ τίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, ὁ δὲ αὐτὸς ουτος καὶ νεκρός ἐστι· ψυχὴ γὰρ ἡ ἁμαρτά νουσα, αὐτὴ καὶ ἀποθανεῖται. Καὶ καλῶς λέγεται ὁ Σωτὴρ ἐν νεκροῖς ειναι ἐλεύθερος, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δό λος ἐν τῷ στόματι αὐτοῦ. 87.8 Καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ' ἐμὲ ἐπήγαγες. Μετεωρισμοὺς τὴν μετὰ σφοδρότητος ἐ πενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γένει ὑπὲρ τῆς παραβάσεως δίκην φησί· σημαίνει δὲ πάλιν τὸν θάνατον. 87.9 ̓Εμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐ μοῦ, εθεντό με βδέλυγμα ἑαυτοῖς. Οἱ ̓Ιουδαῖοι εθεντο αὐτὸν βδέλυγμα ἑαυ τοῖς· ἐπὰν δὲ μακρύνῃ τις ἑαυτὸν ἀπὸ Χρισ τοῦ, τότε καὶ ἀπὸ Θεοῦ μακρύνεται κατ' ἀ ναλογίαν ου ἑαυτὸν μακρύνει· ὁρῶν δέ τις ̓Ιούδαν η ἀλλοτριουμένους ̓Ιησοῦ Χριστοῦ τοῦ Θεοῦ, τεθειμένους αὐτὸν βδέλυγμα ἑαυ τοῖς, οψεται πῶς ταῦτά ἐστιν ἀληθῆ. 87.10 Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Καὶ πρὸς τούτοις, φησὶν, ὑπὸ τῶν πολλῶν δακρύων· ἐξεῤῥύη μου τὸ διοριστικόν. ̔Ο γὰρ Σύμμαχος ουτως· ̔Ο ὀφθαλμός μου ἐ ξέῤῥευσεν ἀπὸ τῆς κακώσεως. ∆ακρύων, φη σὶ, τοὺς ὀφθαλμούς μου κατεδαπήνησα, κλαί ειν ὑπὸ τῆς ὀδύνης ἀναγκαζόμενος. -∆ιὰ τὴν πτωχείαν, ην ἐπτώχευσεν πλούσιος ων, ὡς ἐσταυρώθη, ουτως καὶ τῷ ὀφθαλμῷ ἠσ θένησεν· οὐ γὰρ εωρα, ὡς οτε ἐν μορφῇ Θεοῦ ὑπῆρχεν, ἀλλ' ὡς μορφὴν δούλου λαβὼν, ε βλεπε· καὶ αλλως δὲ πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν· καὶ οὐκ ἰσχυροῖ ὁρᾶν· διὸ ἐπεὶ ἐν Κορίνθῳ πολλοὶ ἀσθενεῖς, οὐδὲ βρῶμα λαβεῖν δύνανται, οὐδὲ βλέπειν τὸ τῆς γνώσεως αὐ τοῦ φῶς. 87.12,13 Μὴ τοῖς νεκροῖς ποιήσεις θαυ μάσια; η ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολο γήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τῷ τά φῳ τὸ ελεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Ετι μοι ζῶντι, φησὶ, τὴν