ΨΑΛΜΟΣ ΚΒʹ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, κ. τ. ἑ. Ὥσπερ τὸ πρόβατον τρέφεται χλόῃ καὶ ὕδατι, οὕτω καὶ ὁ ἄνθρωπος ζωοποιεῖται πράξει καὶ γνώσει. Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, κ. τ. ἑ. Εἰ ἔστι τρίβος δικαιοσύνης, ἐστὶ καὶ σωφροσύνης καὶ ἀγάπης καὶ ἐγκρατείας, δι' ὧν εἰσέρχεταί τις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ, κ. τ. ἑ. Ἐντεῦθεν ὁ λόγος οὐ περὶ Θεοῦ, ἀλλὰ πρὸς αὐτὸν τὸν Θεόν. Οὐ ταυτὸν δέ ἐστι πορεύεσθαι ἐν μέσῳ σκιᾶς θανάτου τῷ καθῆσθαι ἐν σκιᾷ θανάτου· ὁ μὲν γὰρ καθεζόμενος ἵδρυται ἐν αὐτῇ, καὶ βέβαιός ἐστιν ἐν τῷ κακῷ, καὶ ἐν τῇ σκιᾷ τοῦ θανάτου· διὰ τοῦτο ἐν σκοτίᾳ ἐστὶ, καὶ δεῖται ἐλέου, ἵνα ἀνατείλῃ αὐτῷ φῶς· ὁ μέντοιγε μὴ καθεζόμενος, ἀλλὰ παρα τρέχων, διὰ μὲν μέσου σκιᾶς θανάτου ὁδεύων, οὐχ ἑστηκὼς δὲ, ἀλλὰ παρατρέχων δι' αὐτῆς τῆς σκιᾶς τοῦ θανάτου, οὐ μόνος περιπατεῖ· Κύριος γὰρ αὐτῷ συνοδεύει. Ποῦ δὲ γέγραπται περὶ τῆς καθίσεως τῆς σκιᾶς τοῦ θανάτου· «Καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.» Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν, κ. τ. ἑ. Ὅτι ἡ ῥάβδος ἐπὶ τῶν 12.1261 μαστίγων καὶ τῶν κολάσεων εἴρηται, μαρτυρήσει αὐτὴ ἡ Γραφὴ λέγουσα· «Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοί μου τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρ τίας αὐτῶν, τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν·» ὥστε εἰ ἥμαρτες καὶ βλέπεις ῥάβδον Θεοῦ ἐπικειμένην σοι, ἴσθι, ὅτι τὸ ἔλεος τοῦ Θεοῦ οὐ διε σκέδασται ἀπὸ σοῦ. Εἰ δὲ ἥμαρτες, καὶ οὐδαμοῦ ῥά βδος, οὐδὲ μάστιξ, φοβοῦ· οὐ παραδέχεταί σε ὁ Θεὸς «ὁ μαστιγῶν πάντα υἱὸν ὃν παραδέχεται.» Τοιαῦτα λέγεται περὶ τῶν ἁμαρτωλῶν, ὅτε οὐ μαστιγοῦνται· «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι οὐκ ἔστιν ἀνά νευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. ∆ιὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία· περιεβάλοντο ἀδι κίαν καὶ ἀσέβειαν αὐτῶν. Ἡ ῥάβδος σου καὶ ἡ βακτη ρία σου.» Ἀρκεῖ ῥάβδος· τί ποιεῖ βακτηρία; ἐὰν ᾖς πρόβατον ἁμαρτωλὸν, ῥάβδῳ πληγήσῃ· ἐὰν ᾖς ἄνθρωπος ἁμαρτωλὸς, βακτηρίᾳ· διὰ τοῦτο ἐπὶ τού των οὐ ῥάβδος, ἀλλὰ βακτηρία ὠνομάσθη παρὰ τῷ Σολομῶντι ἐν ταῖς Παροιμίαις· «Ὁ φειδόμενος τῆς βακτηρίας μισεῖ τὸν ἑαυτοῦ υἱόν.» Ταῦτα οὖν παρα καλεῖ τὸν τυπτόμενον καὶ τὸν κολαζόμενον, πεπεισμένον, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται. Τοῦ αὐτοῦ. Ὥσπερ ῥάβδος παιδεύει, οὕτω πρακτικὴ μετροπαθεῖν ἐκδιδάσκει· καὶ ὥσπερ βακτη ρία ἀναπαύει, οὕτω καὶ γνῶσις εὐφραίνει. Βακτηρία τὸ ἰσχυρόν. Βούλεται οὖν εἰπεῖν, ὅτι, Ἡ βασιλεία σου ἡ κραταιὰ τῆς παρακλήσεώς μοι ταύτης ἐγένετο χο ρηγός. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναν τίας τῶν θλιβόντων με, κ. τ. ἑ. Τί βούλεται τὸ, «ἐξ ἐναντίας τῶν θλιβόντων με;» Ἔχει τι μυστή ριον ἀπόῤῥητον, ἵνα τις εὔχηται θλίβεσθαι. Ἐπινόει μοι ὥσπερ ἐπὶ τῶν ἀγώνων τῶν μεγάλων ἄθλους ἐπικειμένους καθ' ἕκαστον ἀγώνισμα, οὕτως καθ' ἑκάστην θλίψιν, ἡνίκα ἂν τὸ θλίβον παρῇ, καὶ αἱ θλί βουσαι δυνάμεις αἱ ἀντικείμεναι, νόει ἡτοιμασμένην τράπεζαν πνευματικὴν καὶ νοητὴν, διὰ ταύτην τὴν θλίψιν. Ὁσάκις γοῦν ἐὰν θλιβῇ, τοσαυτάκις καὶ τρά πεζά σοι παρατίθεται πνευματική. Μόνον ἔχε ὀφθαλ μοὺς τοὺς βλέποντας τραπέζας μου, ἵν' εὐχαριστῶν λέγοις μετὰ τοῦ Ἀποστόλου· «Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν.» Ἐν ἀρχαῖς δὲ ἐ φάσκομεν τὸν ἐκ προκοπῆς ὄντα κατασκηνοῦν εἰς τό πον χλόης. Ἐπεὶ οὖν ὁ προκόπτων κἂν ἐπὶ τὸ τέλος φθάσειεν, οὐκέτι μείνας πρόβατον, ἀλλὰ λογικὸς ἀνα δειχθεὶς, τράπεζαν λογικῶν τροφῶν ηὐτρεπισμένην ἔχει ὑπὸ Κυρίου. Τῷ γὰρ Κυρίῳ τυγχάνοντι ἡ σοφία ἑτοιμάσει τὴν ἑαυτῆς τράπεζαν, ἐφ' ἧς τὰ ἴδια θύματα παρέχεται. Εὐχαριστῶν οὖν φησι· «Ἡτοίμασας ἐν 12.1264 ώπιόν μου τράπεζαν,»