67
ἐστι, καὶ οὐδεμιᾶς μέμψεως ἐφ' οἷς ἐποίησεν ἄξιος· ἡμεῖς δὲ δυσσεβείᾳ καὶ πονηρίᾳ συζήσαντες τὴν τιμωρίαν ἐπεσπασάμεθα. Οὕτω τῆς παρανομίας τὴν κατηγορίαν ποιησάμενος, ἱκετεύει λοιπὸν καὶ τὴν φιλανθρωπίαν αἰτεῖ. ιεʹ, ιʹ. "Καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, ὃς ἐξήγα γες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κρα ταιᾷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡ ἡμέρα αὕτη, ἡμάρτομεν, ἠνομήσαμεν· Κύριε, ἐν πάσῃ ἐλεημο σύνῃ σου ἀποστραφήτω δὴ ὁ θυμός σου ἀπὸ τῆς πόλεώς σου Ἱερουσαλὴμ, ὄρους ἁγίου σου." Ἀναμιμνήσκει τῶν προτέρων εὐεργεσιῶν, τῇ εὐγνωμοσύνῃ 81.1465 τῆς μνήμης τὸν ἔλεον ἐπισπώμενος, καί φησι· Ῥᾴδιόν σοι, ∆έσποτα, τὴν ἐλευθερίαν ἡμῖν χαρί σασθαι· καὶ γὰρ ἤδη θαυματουργίαις μυρίαις, καὶ τιμωρίαις κατὰ τῶν Αἰγυπτίων χρησάμενος, τῆς πικρᾶς δουλείας ἐκείνης τὸν σὸν λαὸν ἠλευθέρωσας, ὡς εἰς ἅπαντας ἀνθρώπους τῶν γεγενημένων θαυμά των τὴν φήμην δραμεῖν, καὶ τὴν σὴν δύναμιν ἅπασι γενέσθαι δήλην. Καὶ ἐπειδὴ ἡμεῖς ἡμάρτομεν, καὶ τῆς σῆς φιλανθρωπίας ἀναξίους ἡμᾶς αὐτοὺς ἀπεφήναμεν, τὴν σὴν πόλιν ἱκετεύομεν τῆς σῆς ἀξιωθῆναι φειδοῦς, καὶ τὸ ὄρος ἐκεῖνο, ὃ διὰ τῆς σῆς ἐπιφανείας ἅγιον ἀπέφηνας. Καὶ ἐπιμένων τῇ ὑπὲρ τῆς πόλεως ἱκετείᾳ, "Ὅτι ἐν ταῖς ἁμαρτίαις ἡμῶν, φησὶ, καὶ ταῖς ἀδικίαις ἡμῶν, καὶ τῶν πα τέρων ἡμῶν, Ἱερουσαλὴμ καὶ ὁ λαός σου εἰς ὀνει δισμὸν ἐγένοντο ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν." ∆ιὰ γὰρ τὰς ἡμετέρας παρανομίας, καὶ ἁμαρτίας τῶν πατέρων ἡμῶν, ἡμεῖς τε τοῖς ὁμόροις ἐπίχαρτοι γεγενήμεθα, καὶ ἡ πολυθρύλλητος καὶ ἀοίδιμος πόλις τὴν ἐρημίαν ὑπέμεινεν. ιζʹ. "Καὶ νῦν εἰσάκουσον, Κύριε ὁ Θεὸς ἡμῶν, τῆς προσευχῆς τοῦ δούλου σου, καὶ τῶν δεήσεων αὐτοῦ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον." ∆έξαι, φησὶ, τοῦ δούλου σου τὴν δέησιν, ∆έσποτα, καὶ βλέπε τὴν ἐρήμωσιν τοῦ ἁγιασθέντος ὑπὸ σοῦ τόπου, καὶ τῆς σῆς αὐτὸν αὖθις πλήρωσον χάριτος. Καὶ ἐπειδὴ ἀνάξιος ἦν ὁ λαὸς τούτων τυχεῖν, σφόδρα ἁρμοδίως ἐπήγαγεν· "Ἕνεκέν σου, Κύριε." Τὰ σαυτῷ, φησὶ, πρέποντα ποίησον, ∆έσποτα, καὶ μὴ τὰς ἡμετέρας λογίσῃ παρανομίας, ἀλλὰ τὰς ἀεν νάους τῆς σῆς φιλανθρωπίας πηγάς. Καὶ ἐπιμένων τῇ προσευχῇ· ιηʹ. "Κλῖνον, φησὶν, ὁ Θεός μου, τὸ οὖς σου, καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν, καὶ τῆς πόλεώς σου." Καὶ ἔτι πλεῖον προσοικειῶν αὐτῷ τὴν πόλιν ἔφη· "Ἐφ' ἧ ἐπικέκληταί σου τὸ ὄνομα ἐν αὐτῇ." Τὸ δὲ, "Κλῖνον τὸ οὖς σου, καὶ ἄνοιξον τοὺς ὀφθαλμούς σου," ἀντὶ τοῦ, Μὴ ἀποστραφῇς μου τὴν δέησιν, ἀλλὰ μετ' εὐμενείας ἄκουσόν μου τῆς προσευχῆς. Οἶδε γὰρ καὶ αὐτὸς, ὡς τὸ Θεῖον ἀσώματον, ἑτέρως δὲ ἄνθρω πος ὢν οὐκ οἶδε διαλεχθῆναι Θεῷ. Ἀλλ' ἐπειδὴ τῶν ἀνθρώπων ἕκαστος διὰ μὲν τῶν ὀφθαλμῶν ὁρᾷ, διὰ δὲ τῶν ὤτων ἀκούει, τέθεικε ταῦτα καὶ ἐπὶ τοῦ ἀσωμάτου Θεοῦ, τὰς ἐνεργείας οὕτω καλῶν. Τούτοις ἐπάγει· "Ὅτι οὐκ ἐν ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς ῥίπτομεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου, ἀλλ' ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλοὺς, Κύριε." Οὐ γὰρ ταῖς δικαιοσύναις ἡμῶν, φησὶν, θαῤῥοῦντες τὴν σὴν αἰτοῦμεν φιλανθρωπίαν, ἀλλὰ τῷ σῷ πε ποιθότες ἐλέῳ τολμῶμεν τὴν δέησιν. ιθʹ. "Εἰσάκουσον οὖν, Κύριε, ἱλάσθητι, Κύριε, πρόσχες, Κύριε· μὴ χρονίσῃς ἕνεκέν σου, ὁ Θεός 81.1468 μου." Ἄξιον δὲ θαυμάσαι τῶν εἰρημένων τὴν τάξιν. Ἱκετεύει γὰρ τὸν Θεὸν, πρῶτον μὲν ἀκοῦσαι τῆς προσευχῆς, καὶ μὴ ἀπώσασθαι τὴν ἱκετηρίαν· εἶτα ἀκούσαντα ἵλεων γενέσθαι, ἵλεων δὲ γενόμενον προσέχειν εὐμενῶς, δείξαντα δὲ τὴν οἰκείαν εὐμέ νειαν ποιῆσαι καὶ πληρῶσαι τὴν ἱκετείαν. Τούτοις ἐπήγαγε· Μὴ χρονίσῃς, ἀντὶ τοῦ, Μὴ ἀναβάλῃ τὴν δέησιν εἰς ἕτερον χρόνον, ἀλλ' αὐτίκα τῆς ἐπι φανείας ἡμᾶς ἀξίωσον. Καὶ τῆς εὐχῆς δὲ τὸ τέλος τῆς τοῦ ∆ανιὴλ ταπεινοφροσύνης ἄξιον. "Ἕνεκέν σου, φησὶν, ὁ Θεός μου." Οὐδὲ γὰρ ἐγὼ, φησὶν, ἄξιος τοῦ ταύτην λαβεῖν τὴν χάριν· ἀλλ' "Ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου, καὶ ἐπὶ τὸν λαόν σου." Οὕτως αἰτήσας, καὶ μετὰ τοσαύτης προθυμίας τὴν ὑπὲρ τῶν ὁμοφύλων ἱκετηρίαν προσ ενεγκὼν, καὶ ἀντιβολήσας μὴ χρονίσαι τὸν Θεὸν, παραυτίκα τῆς θείας ἀποκρίσεως ἀπολαύει. κʹ.