De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
βασιλέως συνταξαμένου τὴν ἐκπλήρωσιν τῶν τεσσάρων αἰτήσεων γενέσθαι, εἰσῆλθεν ἐν τῷ τρικόγχῳ, καὶ ἀπήλλαξεν κατὰ τὸ εἰωθὸς, καὶ δηριγευόμενος ἐκεῖθεν εἰσῆλθεν ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ περιβαλλόμενος τὸ χρυσοπερίκλειστον σαγίον ἐκάθισεν ἐν τῷ σέντζῳ τῷ ἱσταμένῳ ἐν τῷ χρυσοτρικλίνῳ. τῶν δὲ τοῦ κουβουκλείου κατὰ τὸ εἰωθὸς εἰσελθόντων, ἐποίησεν τῇ αὐτῇ ἡμέρᾳ προβολὰς ἀξιωμάτων πολλὰς ἀπό τε ἀποεπάρχων προαναβιβάζων καθεκάστην ἀξίαν μέχρι πρωτοσπαθαρίων. ΚΕΦ. λεʹ Περὶ σαξίμου. Χρὴ εἰδέναι, ὅτι ἐν τῷ σαξίμῳ τοῦ αὐτοῦ γενεθλίου τὰ δύο μέρη τῆς πολιτικῆς Βενέτων καὶ Πρασίνων οὐδέποτε ἔσασσον. καὶ ὑπομνήσαντος περὶ τούτου τοῦ πραιποσίτου τῷ βασιλεῖ, προσέταξεν ὁ βασιλεὺς, ὅπως σάξωσιν. καὶ εἰσῆλθον τῇ αὐτῇ ἡμέρᾳ τὰ δύο μέρη ἐν τῇ τετάρτῃ καὶ πέμπτῃ καταστάσει τοῦ σαξίμου, ἐκτελέσαντες τὰ τοῦ σαξίμου πάντα, εἰληφότες καὶ ἀποκόμβιον. 634 ΚΕΦ. λϛʹ Περὶ εἰσαγωγῆς ἀπὸ ἐπάρχων ἐν ἡμέρᾳ ἱπποδρομίου, προβληθέντος ἐν τῷ δεξίμῳ τοῦ αὐτοῦ ἱπποδρομίου. Ἰστέον, ὅτι τῇ ἡμέρᾳ τοῦ ἱπποδρομίου τῆς γεννήσεως Μιχαὴλ τοῦ βασιλέως εἰσήχθη ἐν πρώτοις ἀπὸ τῆς συγκλήτου, καθὼς ἡ συνήθεια ἔχει, ὁ προβληθεὶς ἀπὸ ἐπάρχων ἐν τῷ δεξίμῳ τῆς αὐτῆς ἡμέρας. ΚΕΦ. λζʹ. Περί τινων ἀποστατησάντων καὶ πάλιν δουλωθέντων, πῶς ἐδέχθησαν παρὰ τοῦ βασιλέως. Χρὴ εἰδέναι, ὅπως ἐδέξατο Μιχαὴλ ὁ βασιλεὺς Σκλάβους τοὺς ἀτακτήσαντας ἐν χώρᾳ τῇ Σουβδελιτίᾳ καὶ ἀνελθόντας εἰς τὰ ὄρη καὶ πάλιν καταφυγόντας τῇ αὐτοκρατορικῇ καὶ ὑψηλῇ βασιλείᾳ. περιβαλλόμενος ὁ βασιλεὺς σαγίον πορφυροῦν ἔχον περίκλεισιν χρυσῆν, ἀπὸ μαργαριτῶν ἠμφιεσμένην, περιθεὶς καὶ στέφανον ἐπὶ τῆς ἑαυτοῦ κεφαλῆς ἐκ λίθων καὶ μαργάρων ἠμφιεσμένον, ὅπερ καισαρίκιον λέγεται, ἐκάθισιν ἐπὶ τοῦ σέντζου ἐν τῷ χρυσοτρικλίνῳ. καὶ γενομένης δοχῆς, ἐξῆλθεν ὀστιάριος βαστάζων βεργίον, καὶ 635 εἰσῆξεν αὐτοὺς μετὰ καὶ τοῦ λογοθέτου. καὶ μετὰ τὸ διαλεχθῆναι αὐτοῖς τὸν βασιλέα ἐξῆλθον, καὶ εὐθέως εἰσήχθησαν ἕτεροι Σκλάβοι Θεσσαλονίκης ἀρχοντίας καὶ αὐτοὶ ὑπὸ ἑνὸς ὀστιαρίου, ὃν τρόπον καὶ οἱ πρὸ αὐτῶν. καὶ διαλεχθεὶς καὶ αὐτοῖς ὁ βασιλεὺς, ὡς ἐβούλετο, δεδωκὼς αὐτοῖς ἀνὰ ἑνὸς ἐσωφορίου ὡς ὑπηκόοις αὐτοῦ, καὶ ἐξῆλθον καὶ αὐτοί. ΚΕΦ. ληʹ Περὶ τῆς χειροτονίας Θεοφυλάκτου τοῦ ἁγιωτάτου πατριάρχου. Μηνὶ Φεβρουαρίῳ βʹ, ἡ ἑορτὴ τῆς ὑπαπαντῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔτους ϛυμβʹ, ἐχειροτονήθη Θεοφύλακτος ὁ θεοφιλέστατος σύγκελλος, ὁ υἱὸς Ῥωμανοῦ δεσπότου, ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως. τῇ δὲ αὐτῇ ἡμέρᾳ ἐτελέσθη ἡ ἀκολουθία τῆς προελεύσεως οὕτως. τοῦ παλατίου ἀνοίξαντος διὰ τῆς ἐξόδου τῆς ἐξαγούσης ἐπὶ τὴν τοῦ Κυρίου ἐκκλησίαν, καὶ τοῦ κουβουκλείου εἰσελθόντος κατὰ τὸ εἰωθὸς, ἐξῆλθον οἱ δεσπόται ἀπὸ σκαραμαγγίων, περιβεβλημένοι καὶ τὰ χρυσοπερίκλειστα τούτων σαγία, καὶ ἀπίασιν, δηριγευόμενοι ὑπό τε τῶν πραιποσίτων καὶ τοῦ κουβουκλείου, διὰ τῆς μανναύρας καὶ τῶν διαβατικῶν εἰς τὰ κατηχούμενα τῆς μεγάλης ἐκκλησίας, καὶ κατὰ τὸ εἰωθὸς 636 διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως τῷ θεῷ εὐχαριστήσαντες καὶ τὰ τούτων διβητήσια ἀλλάξαντες, ἐκαθέσθησαν. καὶ ὅτε πάντα κατὰ τὴν εἰωθυῖαν ἀκολουθίαν εὐτρεπίσθη, ὑπεμνήσθησαν οἱ δεσπόται, καὶ εὐθέως περιεβάλλοντο τὰς ἑαυτῶν χλαμύδας, καὶ ἐξιόντων αὐτῶν ἔξω τοῦ ἐκεῖσε κρεμμαμένου βήλου, ἐδέξαντο τούτους οἵ τε μάγιστροι καὶ πατρίκιοι. καὶ τῆς εἰωθυίας τάξεως ἐπιτελεσθείσης, κατίεσαν οἱ δεσπόται διὰ τοῦ μεγάλου κοχλιοῦ. ἐν δὲ τῷ νάρθηκι τῆς ἁγιωτάτης ἐκκλησίας εἰς τὴν ὡραίαν πύλην ἐδέξατο τούτους ὁ ὑποψήφιος μετὰ τῆς ἐκκλησιαστικῆς πάσης τάξεως, καὶ δὴ κατὰ τὸν εἰωθότα τύπον εἰσοδεύσαντες, καὶ τῶν ἑξῆς ἐπιτελεσθέντων κατὰ τὰς λοιπὰς προελεύσεις, ἀπήρξαντο οἱ θεοφιλεῖς μητροπολῖται τῆς ἱερᾶς χειροτονίας. οἱ δὲ φιλόχριστοι βασιλεῖς μικρόν τι ὀπισθοπόδησαν μέχρι τοῦ ἀργυροῦ κίονος τοῦ κιβωρίου, ἕως ἐτελέσθη παρὰ τῶν μητροπολιτῶν τὰ τῆς χειροτονίας. καὶ εἶθ' οὕτως διὰ τοῦ δεξιοῦ μέρους τοῦ βήματος καὶ τοῦ κυκλείου εἰσῆλθον ἐν τῷ εὐκτηρίῳ, ἐν ᾧ καὶ ἡ ἀργυρᾶ ἵδρυται σταύρωσις. καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστήσαντες τῷ θεῷ καὶ τὸν πατριάρχην ἀποχαιρετίσαντες, ἀνῆλθον διὰ τοῦ κοχλιοῦ τοῦ πρὸς τὸ μέρος τοῦ ἁγίου φρέατος, ἐν τοῖς πρὸς ἀνατολὴν δεξιοῖς μέρεσι τῶν κατηχουμενίων ἐκδεχόμενοι τὴν τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσιν. 637 ΚΕΦ. λθʹ Περὶ τοῦ πατριάρχου, ὅτι τὸ παλαιὸν ἴδιον εἶχεν πραιπόσιτον. Ἰστέον, ὅτι καὶ ὁ πατριάρχης τὸ παλαιὸν ἴδιον εἶχεν πραιπόσιτον, πρωτοστατοῦντα τῶν κουβουκλεισίων, ἀπὸ τοῦ κλήρου καὶ τοῦ ἐκκλησιαστικοῦ καταλόγου