μυστηρίων ἢ προφητείαν γέγονεν χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον, οὕτως εἰ μηδέν ἐστιν ἕτερον ἢ ἦχος ἡ προφητικὴ φωνή, πῶς ἀναπέμπων ἡμᾶς ἐπ' αὐτὴν ὁ σωτὴρ «Ἐρευνᾶτε, φησί, τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι»· καὶ «Εἰ ἐπι στεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν»· καὶ «Καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἡσαΐας λέγων· Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ»; 6.20.110 Οὐκ οἶδα γὰρ εἰ τὸν ἄσημον ἦχον παραδέξεταί τις εὐλόγως ὑπὸ τοῦ σωτῆρος ἐπαινεῖσθαι, ἢ ἔνεστιν παρασκευάσασθαι ἀπὸ τῶν γραφῶν ὡς ἀπὸ φωνῆς σάλπιγγος, ἐφ' ἃς ἀναπεμπόμεθα, εἰς τὸν πρὸς τὰς ἀντικειμένας ἐνεργείας πόλεμον, ἀδήλου φωνῆς ἤχου τυγχανούσης. Τίνα δὲ τρόπον, εἰ μὴ ἀγάπην εἶχον οἱ προφῆται καὶ διὰ τοῦτο χαλκὸς ἦσαν ἠχῶν ἢ κύμβαλον ἀλαλά ζον, ἐπὶ τὸν ἦχον αὐτῶν, ὡς ἐκεῖνοι εἰλήφασιν, ἀναπέμπει ὁ κύριος ὠφεληθησομένους; 6.20.111 Οὐκ οἶδα δ' ὅπως χωρὶς πάσης κατασκευῆς ἀποφαί νεται τὴν φωνὴν οἰκειοτέραν οὖσαν τῷ λόγῳ λόγον γίνεσθαι, ὡς καὶ τὴν γυναῖκα εἰς ἄνδρα μετατίθεσθαι. Καὶ ὡς ἐξουσίαν ἔχων τοῦ δογματίζειν καὶ πιστεύεσθαι καὶ προκόπτειν, τῷ ἤχῳ φησὶν ἔσεσθαι τὴν εἰς φωνὴν μεταβολήν, μαθητοῦ μὲν χώραν διδοὺς τῇ μεταβαλλούσῃ εἰς λόγον φωνῇ, δούλου δὲ τῇ ἀπὸ ἤχου εἰς φωνήν. Καὶ εἰ μὲν ὅπως ποτὲ πιθανότητα ἔφερεν ἐπὶ τῷ αὐτὰ κατασκευάσαι, κἂν ἠγωνισάμεθα περὶ τῆς τούτων ἀνατροπῆς· ἀρκεῖ δὲ εἰς ἀνατροπὴν ἡ ἀπαραμύθητος ἀπόφασις. 6.20.112 Ὅπερ δὲ ὑπερεθέμεθα ἐν τοῖς πρὸ τούτων ἐξετάσαι, πῶς κεκίνηται, νῦν φέρε διαλάβωμεν. Ὁ μὲν γὰρ σωτὴρ κατὰ τὸν Ἡρακλέωνα φησὶν αὐτὸν καὶ προφήτην καὶ Ἠλίαν, αὐτὸς δὲ ἑκάτερον τούτων ἀρνεῖται. Καὶ προφήτην μὲν καὶ Ἠλίαν ὁ σωτὴρ ἐπὰν αὐτὸν λέγῃ, οὐκ αὐτὸν ἀλλὰ τὰ περὶ αὐτόν, φησί, διδάσκει· ὅταν δὲ μείζονα προφητῶν καὶ ἐν γεννητοῖς γυναικῶν, τότε αὐτὸν τὸν Ἰωάννην χαρακτηρίζει· αὐτὸς δέ, φησί, περὶ ἑαυτοῦ ἐρωτώ μενος ἀποκρίνεται ὁ Ἰωάννης, οὐ τὰ περὶ αὐτόν. 6.20.113 Ὅσην δὲ βάσανον ἡμεῖς περὶ τούτων κατὰ τὸ δυνατὸν πεποιήμεθα, οὐδένα ἀπαραμύθητον ἐῶντες τῶν λεγομένων ὅρων, συγκρῖναι τοῖς ὑπὸ Ἡρακλέωνος, ἅτε οὐκ ἐξουσίαν ἔχοντος τοῦ λέγειν ὃ βούλεται, ἀποφανθεῖσιν. Πῶς γὰρ ὅτι περὶ τῶν περὶ αὐτόν ἐστιν τὸ Ἠλίαν αὐτὸν καὶ προφήτην εἶναι, καὶ περὶ αὐτοῦ τὸ φωνὴν αὐτὸν εἶναι βοῶντος ἐν τῇ ἐρήμῳ, οὐδὲ κατὰ τὸ τυχὸν πειρᾶται ἀποδεικνύναι· ἀλλὰ χρῆται παραδείγματι, ὅτι τὰ περὶ αὐτὸν οἱονεὶ ἐνδύματα ἦν ἕτερα αὐτοῦ, καὶ οὐκ ἂν ἐρωτηθεὶς περὶ τῶν ἐνδυμάτων εἰ αὐτὸς εἴη τὰ ἐνδύματα, ἀπεκρίθη ἂν τὸ «Ναί». 6.20.114 Πῶς γὰρ ἐνδύματα τὸ εἶναι τὸν Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι ἐστὶν Ἰωάννου, οὐ πάνυ τι κατ' αὐτὸν θεωρῶ· τάχα καθ' ἡμᾶς, ὡς δεδυνήμεθα διηγη σαμένους τὸ «ἐν πνεύματι καὶ δυνάμει Ἠλίου» δυναμένου πως λέγεσθαι τοῦτο τὸ πνεῦμα Ἠλίου ἔνδυμα εἶναι τῆς Ἰωάννου ψυχῆς. 6.21.115 Θέλων δ' ἔτι παραστῆσαι διὰ τί ἱερεῖς καὶ λευῖται οἱ ἐπερωτῶντες ἀπὸ τῶν Ἰουδαίων πεμφθέντες εἰσίν, οὐ κακῶς μὲν λέγει τό· Ὅτι τούτοις προσῆκον ἦν περὶ τούτων πολυπραγμονεῖν καὶ πυνθάνεσθαι, τοῖς τῷ θεῷ προσκαρτε ροῦσιν, οὐ πάνυ δὲ ἐξητασμένως τὸ «ὅτι καὶ αὐτὸς ἐκ τῆς λευϊτικῆς φυλῆς ἦν», ὥσπερ προαποροῦντες ἡμεῖς ἐξητά σαμεν, ὅτι εἰ ᾔδεισαν τὸν Ἰωάννην οἱ πεμφθέντες καὶ τὴν γένε σιν αὐτοῦ, πῶς χώραν εἶχον πυνθάνεσθαι περὶ τοῦ εἰ αὐτὸς Ἠλίας ἐστίν; Καὶ πάλιν ἐν τῷ περὶ τοῦ εἰ «ὁ προφήτης εἶ σύ;» Μηδὲν ἐξαίρετον οἰόμενος σημαίνεσθαι κατὰ τὴν προσθήκην τοῦ ἄρθρου, λέγει ὅτι· Ἐπηρώτησαν εἰ προφήτης εἴη τὸ κοινό τερον βουλόμενοι μαθεῖν. 6.21.116 Ἔτι δὲ οὐ μόνος Ἡρακλέων, ἀλλὰ ὅσον ἐπ' ἐμῇ ἱστορίᾳ καὶ πάντες οἱ ἑτερόδοξοι, εὐτελῆ ἀμφιβολίαν διαστεί λασθαι μὴ δεδυνημένοι, μείζονα Ἠλίου καὶ πάντων τῶν προφητῶν τὸν Ἰωάννην ὑπειλήφασιν διὰ τὸ «Μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν», οὐχ ὁρῶντες ὅτι ἀληθὲς τὸ «Οὐδεὶς μείζων Ἰωάννου ἐν γεννητοῖς γυναι κῶν» διχῶς γίνεται, οὐ μόνον τῷ αὐτὸν εἶναι πάντων μείζονα, ἀλλὰ καὶ τῷ ἴσους