σὴν δεῖξον θαυ ματουργίαν· ἀποθανὼν γὰρ ταύτην οὐκ οψο μαι, οὐκ εστιν ἰατρὸς ἀπαλλάξαι θάνατον δυνάμενος· η τὰς αἰτίας ἡμᾶς διδάσκει Χρισ τὸς τῆς εἰς τὸν θάνατον αὐτοῦ καθόδου, μο νονουχὶ λέγει οτι ουτε ἐν νεκροῖς δυνατὸν, φησὶ, ποιήσασθαι θαυμάσια, ουτε ἰατροὺς ἀναστῆσαι, ινα ἐξομολογήσωνταί σοι, ουτε μὴν οἱ ἐν τῇ ἀπωλείᾳ δυνατοὶ ησαν γνῶναί σου τὴν ἀλήθειαν· τούτου χάριν, Πάτερ, καὶ τοῖς ἐν ᾳδου καταλελόγισμαι, ινα ἀναστάν τες οἱ ἐν τῇ ἐπιλελησμένῃ γῇ, καὶ τῶν θαυ μασίων σου πεῖραν λάβοιεν, καὶ διηγήσων ται οἱ πάλαι ἐν τῷ σκότει τὴν ἀλήθειάν σου. ̓Απώλειαν δέ φησι τὸ τῶν νεκρῶν χωρίον, διὰ τὸ ἀνέλπιστον τῆς ζωῆς. - Η τις τά φος κεκωνιαμένος καὶ μνημεῖον αδηλον εχει λάρυγγα τάφου ἀνεῳγμένου, ἐν τούτῳ οὐκ εσται, οὐκ εσται διήγησις ἐλέου Θεοῦ· οταν ἐν τοῖς μυστηρίοις συναγώμεθα, ἀπολλυμέ νοις οὐ παραδοτέον τὴν ἀλήθειαν. -Γῆ ἐ πιλελησμένη ἐστὶν ἡ ψυχὴ λογικὴ, τῶν τοῦ ἁγίου Πνεύματος ἐστερημένη καρπῶν. - Ωσπερ ἐν τοῖς ἀπολολόσιν οὐκ εστιν ἀλήθεια, ουτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ εστι θαυ μασία. Οὐ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν δια λυθέντας νεκροὺς, καὶ ἐν τῷ ζόφῳ τοῦ θα νάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς αισθεσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θεαμάτων θεατὰς καταστῆναι. 87.14 Κἀγὼ, Κύριε, πρὸς σὲ ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε. ̓Απαλλαγῆναι τῶν ἐπικειμένων ποτνιῶ μαι, καὶ φθάνω τῇ δεήσει τὸν ορθρον. ̔Ο δὲ Σύμμαχος ουτως· ̓Εμοῦ δὲ πρὸς σὲ, Κύριε, ἡ οἰμωγὴ, καὶ κατ' ορθρον προσευχή μου προφθάσει σε. - ∆ιὰ ταῦτα, φησὶ, λείψα νον ετι κἀγὼ τῶν ζώντων ὑπάρχων, ταχέως τυχεῖν σου τῆς φιλανθρωπίας παρακαλῶ· τὸ γὰρ πρωῒ ἐπὶ τοῦ τάχους λαμβάνει, η οτι φθάνω τῇ δεήσει τὰ ἐλπιζόμενα. 87.15 Ινα τί, Κύριε, ἀπωθεῖς τὴν προ σευχήν μου. Εως ποτὲ, δέσποτα, ἐπιτείνεις μοι τὰ κα κὰ, καὶ τῆς εὐμενείας οὐ μεταδίδως; τὸ γὰρ μὴ τὰς ἱκεσίας τὰς ψυχικὰς προσίεσθαι τὸν Θεὸν, απωσιν αὐτὴν καὶ ἀπόῤῥιψιν ὀνομάζει. 87.16 Πτωχός εἰμι ἐγὼ, καὶ ἐν κόποις ἐκ νεότητός μου. ∆ι' ἡμᾶς γὰρ ἐπτώχευσεν, ινα ἡμεῖς τῆς ἐκείνου πτωχείας πλουτήσωμεν. 87.19 ̓Εμάκρυνας ἀπ' ἐμοῦ φίλον, τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Ταλαιπωρίαν τοῦ πάθους τὸν καιρὸν κα τασημαίνει· λέγει ουν ὡς παρὰ τὸ πάθος αὐτὸν καὶ οἱ φίλοι καὶ οἱ γνώριμοι ἐγκατέ λιπον. ̓Επειδὴ γὰρ γεγονὼς ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, ἐν δὲ τῷ σταυρῷ καταλέλειπται ὑπὸ τῶν μαθητῶν, τούτου χάριν τὸν Πατέρα αὐτοῦ μακρῦναι τοὺς φίλους καὶ τοὺς γνωρίμους λέγει. 88.2,3 Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶ να ᾳσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, οτι ει πας· Εἰς τὸν αἰῶνα ελεος οἰκοδομηθήσε ται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλή θειά σου. Προφητεύει ὁ Σωτὴρ οἰκοδομὴν ἐλέου, ωσ περ ὑπὸ ἀρχιτέκτονος Θεοῦ, σοφῶς τῶν εὐερ γετουμένων ελεον οἰκοδομοῦντος· εσονται γὰρ τῶν εὐπεισομένων ἐλέου θεμέλιον, καὶ τὰ μετὰ τὸν θεμέλιον, καὶ ἐλέου πύλαι, καὶ οι κοι, καὶ θύραι, καὶ θυρίδες, καὶ κιόνες, καὶ στοαὶ, καὶ ναὸς ἀπ' ἐλέου, καὶ θυσιαστή ριον, καὶ καταπέτασμα, καὶ πόλις. Καὶ ἐπὶ γῆς μὲν οὐ πᾶς ανθρωπος ῥύστης, καὶ οὐκ εστι καθαρὰ ἀλήθεια· ἀλλὰ δι' ἐσόπτρου ἀλήθεια, καὶ ἐν αἰνίγματι· ἐν οὐρανοῖς καὶ ων ἐστιν ἡ βασιλεία, ἑτοιμάζεται αὐτὴ, ινα οἱ τὸ εἰκῆ πολίτευμα εχοντες ἐν οὐρανοῖς, αὐτὴν θεάσωνται, φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου· ἐπείπερ ἐπὶ γῆς βλέπομεν δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι, διὸ καὶ ει τις δοκεῖ ἐγνωκέναι, ουπως εγνωκε ὡς δεῖ γνῶ ναι· διὰ τοῦτο ἐν τοῖς οὐρανοῖς ἑτοιμασθή σεται ἡ ἀλήθεια τοῦ Θεοῦ. ̓Ελέη τοῦ Θεοῦ καλεῖ τὴν τῷ ∆αυὶδ δο θεῖσαν ἐπαγγελίαν, ὡς ἐκ φιλανθρωπίας πα ρέσχεται· ᾳσομαι ουν, ἀντὶ τοῦ μιμνήσομαι ταύτης διηνεκῶς, τοῦτο γὰρ εἰς γενεὰν καὶ γενεάν· οὐχ ενα ελεον, τὸν αἰῶνα ἐσόμενον, ἀλλὰ πολλοὺς τοὺς καὶ μετὰ τὸν αἰῶνα δο θησομένους· ᾳσεται ὁ σωτὴρ εἰς τὸν αἰῶνα, εἰς τὰς δύο γενεὰς, τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐκ περιτομῆς, ἀπαγγέλλει ὁ σωτὴρ τὴν ἀλή θειαν τοῦ Θεοῦ, ἐν σώματι γενόμενος, διὰ τοῦ