οὐκέτι εἰσαγωγικὴν καὶ ἠθικὴν διδασκαλίαν καθὰ πρότερον, ἀλλὰ μυστικὴν καὶ τὴν τῆς ἀληθείας θεωρίαν. Ἐπίστησον δὲ, εἰ καὶ ὅσον τίς ἐστιν ἐν τῷ βίῳ τούτῳ, δι' ἐσόπτρου καὶ δι' αἰνίγματος βλέπων, πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον· με ταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα, πρόσωπον πρὸς πρόσωπον προσβαλὼν τῇ ἀληθείᾳ, πνευματικῇ προσβαλεῖ τραπέζῃ, κατὰ τό· «Κἀγὼ θήσομαι ὑμῖν ∆ιαθήκην, ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ.» Ὅθεν καὶ τό· «Ἡτοίμασενὁ Θεὸς ἃ ὀφθαλμὸς οὐκ εἶδε,» καὶ τὰ ἑξῆς. Τὸ δὲ, «ἐνώπιόν μου,» δηλοῖ πεφανερῶσθαι καὶ ἐγνῶσθαί μου τὴν τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με πολλῶν ἐχθραίνειν μοι βουλομένων. Καὶ διὰ τῶν θλιβόντων με ἐξανίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ Κύριος θέλων, ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν, ἐν ᾗ ἐπίκειται στερεὰ τροφὴ, ἵνα, ταύτης ἀθλητικῶς ἐμφορηθεὶς, ἀντιστῆναι γενναίως πρὸς τοὺς θλί βοντας δυνηθῶ. Οὗ δὲ ἀπὸ Κυρίου λιπαίνεται ἐν ἐλαίῳ ἡ κεφαλὴ, ἐρεῖ· «Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου,» ὡς ἀπὸ Θεοῦ χριόμενος ἐλαίῳ ἀγαλλιάσεως Χριστός. Οἶμαι δὲ, ὅτι καὶ νη στεύων, οὕτως ἀλείφεται τὴν κεφαλὴν, καὶ τὸ πρόσ ωπον νίπτεται. Καὶ ἐπεὶ μὴ μόνον τράπεζαν ἡτοί μασεν ἡ σοφία, ἀλλὰ καὶ κράτος ἐκέρασε τὸν ἑαυτῆς οἶνον, ἐξ αὐτῆς γεγεννημένον ἀμπέλου ἀληθινῆς, ἐκέρασε δὲ τοῦτον τὸν οἶνον, καταμίξασα τὰ θεῖα νοήματα λέξεσιν ἀνθρωπίναις, ἐκ τοῦ τοιούτου κρα τῆρος μερίζουσα ἑκάστῳ δίδωσι ποτήριον, ὅπερ πο τήριον κράτιστον ὂν, τουτέστι τίμιον καὶ ἐξαίρετον, τοῦ λαβόντος λέγεται. Τοῦ αὐτοῦ. Πρότερον μὲν ὡς ποιμὴν ὁ Χρι στὸς ποιμαίνει τὰ πρόβατα· νῦν δὲ λοιπὸν ὡς φίλος καλεῖ τοὺς φίλους ἐπὶ τὴν τράπεζαν. «Οὐκέτι» γὰρ, φησὶν, «ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.» Καὶ δού λους μὲν ποιεῖ φόβος Θεοῦ· φίλους δὲ γνῶσις μυ στηρίων Θεοῦ. Τράπεζαν ἐνταῦθα τὴν ἀθανασίαν λέγει. Τὸ δὲ, «ἐξ ἐναντίας τῶν θλιβόντων με,» ἀντὶ τοῦ, ἀκόντων τῶν ἐπιβουλευόντων. Οὐ γὰρ ἐβού λοντο τυχὸν οἱ Βαβυλώνιοι ἀπολυθῆναι αὐτούς· ὁ δὲ Κῦρος, ἐπικρατέστερος γενόμενος, ἀφῆκεν αὐτοὺς τῆς αἰχμαλωσίας. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, κ. τ. ἑ. Τίς ἐστιν ὁ καταδιώκων ἔλεος, ἢ περὶ οὗ φησιν ὁ Ἀπόστολος· «Ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις;» Ὁ καταδιώκων ἔμ ψυχός σε ἔλεος διώκει, οὓς μὲν καταλαμβάνει, οὓς δὲ οὔ. Τοὺς πάνυ φεύγοντας οὐ καταλαμβάνει· τοὺς δὲ ἔλαττον κρατεῖ, ἵνα ἐλεήσῃ. Οὐ μόνον δὲ ἔλεος καταδιώκει, ἀλλὰ καὶ τοῦτο ποιεῖ, «τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.» Μῆκος γὰρ χρόνου, καὶ ἔτι ζωῆς, ἐν δεξιᾷ τῆς σοφίας· 12.1265 ἡμέραι δὲ ζωῆς φωτισμοί εἰσι διάφοροι τῆς ἀλη θείας. ΨΑΛΜΟΣ ΚΓʹ. Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, κ. τ. ἑ. Ὅρα δὲ καὶ οὕτως, εἰ μὴ πάντες ἄν θρωποι μερὶς Κυρίου, καὶ οὐχ ἁπλῶς ἀκουστέον τοῦ πάντας τοὺς κατοικοῦντας τὴν οἰκουμένην εἶναι τοῦ Κυρίου, εἰ μὴ ἄρα διὰ τὴν κλῆσιν τὴν ἀπὸ πάντων τῶν ἐθνῶν τοῦτο προφητεύεται. Τοῦ αὐτοῦ. Πρὸ τῆς Χριστοῦ ἐπιδημίας γνωστὸς ἐν τῇ Ἰουδαίᾳ μόνον ἦν ὁ Θεός· ἐξ οὗ δὲ Χριστὸς ἐπεδήμησε, τοῦ Κυρίου πᾶσα ἡ γῆ. Καὶ πρὶν μὲν τῆς Χριστοῦ ἐπιδημίας οὐκ ἦν εὑρεῖν ἐν πάσῃ τῇ γῇ πλήρωμα, ἀλλ' ἦν τὰ πλεῖστα τῆς γῆς, εἰ δεῖ οὕτως εἰπεῖν, κενότης· ὅτε δὲ Χριστὸς ἐπεδή μησε, πολλοὶ εἴποιεν ἂν τῶν πεπιστευκότων ἐκ τῶν ἐθνῶν· «Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν·» καὶ διὰ τοῦτο αὐτοῦ εἶναι πλήρωμα. Οὐ γὰρ οἱ κενοὶ τῆς κατὰ τὸ Εὐαγγέλιον πολιτείας πλήρωμα εἶεν Χριστοῦ. Οὐ μόνον δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἀλλὰ καὶ ἡ οἰκουμένη. Ἐν ἐρήμῳ κατοικεῖ ὁ ἁμαρτωλὸς, ὁ δὲ ἐν τῇ Ἐκκλησίᾳ τυγ χάνων τῇ πεπληρωμένῃ τῆς ἁγίας Τριάδος, οὗτος κατοικεῖ τὴν οἰκουμένην, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἐπὶ θαλασσῶν τῶν πειρασμῶν ὑπὸ Κυρίου θεμε λιουμένη, καὶ ἐν αὐτοῖς νικῶσα, ἵνα μετὰ τοῦτο ποτι ζομένη ἐπὶ ποταμοῦ ἑτοιμασθῇ. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; κ. τ. ἑ. Σύγ κρινον δὲ ταῦτα τῷ, «Κύριε, τίς παροικήσει