1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

68

"Ἔτι γάρ μου, φησὶ, λαλοῦντος, καὶ προσ ευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἀνομίας μου, καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ Ἰσραὴλ, καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον Κυρίου τοῦ Θεοῦ μου. Καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει μου ἐν ἀρχῇ, πετόμενος." Ταύτην, φησὶ, τὴν ἱκετείαν προσφέρων, καὶ τῆς κοι νῆς ἡμῶν παρανομίας κατηγορῶν, μηδέπω πέρας ἐπιθεὶς τῇ προσευχῇ, ὁρῶ τὸν Γαβριὴλ πετόμενον, καὶ πρὸς ἐμὲ θέοντα· ἔγνων δὲ τίς ἐστιν, ἤδη πρό τερον ὄναρ αὐτὸν θεασάμενος· καὶ τὴν προσηγορίαν δὲ αὐτοῦ ἔμαθον, ἀκούσας τηνικαῦτα τοῦ ∆εσπότου καλέσαντος, καὶ προστάξαντος· Γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. Ἄνδρα δὲ αὐτὸν κέκληκεν ἀπὸ τῆς θέας τὴν προσηγορίαν τεθεικώς. Καὶ γὰρ ἐν ἐκείνῳ τῷ ἐνυπνίῳ φησίν· "Ἰδοὺ ἔστη ἐνώπιόν μου ὡς ὅρασις ἀνδρός." Οὗ χάριν καὶ ἐν ταῦθά φησιν· "Ἰδοὺ ὁ ἀνὴρ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει μου ἐν ἀρχῇ, πετόμενος." Πετᾶσθαι δὲ καὶ αὐτὸν ἔφη ὀξέως διατέμνοντα τὸν ἀέρα, καὶ παρ' αὐτὸν θέοντα θεασάμενος. "Καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς." Ἀντὶ τοῦ, κατὰ τὸν και ρὸν τῆς ἑσπερινῆς λατρείας, ἢ τοσοῦτον καιρὸν, ὅσον ἡ ἑσπερινὴ κατέχει λατρεία. κβʹ, κγʹ. "Καὶ ἐλάλησε μετ' ἐμοῦ, καὶ εἶπε· ∆ανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν. Ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐν νοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ." Εὐθὺς, φησὶν, ἡνίκα ἤρξω προσεύχεσθαι, δεξάμενος ὁ κοινὸς ∆εσπότης τὴν ἱκετείαν, καὶ θεασάμενός σου τὴν ἀγαθὴν ἐπιθυμίαν, ἀπέστειλέ με διδάξαι σε τὰ ἐσόμενα. Σὺ δὲ ἀκριβῶς πρόσεχε τοῖς λεγομένοις· βαθύτερα γὰρ ἢ κατὰ ἄνθρωπον τὰ λεχθησόμενα. Τοῦτο γὰρ λέγει· Σύνες ἐν τῇ ὀπτασίᾳ· τουτέστιν, 81.1469 αἰνιγματωδῶς ταῦτα λεχθήσεται, καὶ δεῖ σοι κατα νοήσεως ἀκριβοῦς εἰς τὸ νοῆσαι ταῦτα. Αἰνιγμα τωδῶς δέ ἐστιν ὅτε τὰ θεῖα λέγεται καὶ γράφεται, ἵνα μὴ πᾶσιν ᾖ δῆλα τὰ τοῖς ἁγίοις ἀποκαλυπτό μενα· οὕτω γὰρ ἂν εὐκαταφρόνητα ἐγεγόνει ὁμοίως ὑπὸ πάντων γνωριζόμενα. Ἄνδρα δὲ αὐτὸν ἐπι θυμιῶν καλεῖ, ἢ ὡς νηστείᾳ καὶ κακουχίᾳ ἑαυτὸν ἐκδεδωκότα, καὶ ἀνδρείως κατὰ τῶν τοῦ σώματος ἐπιθυμιῶν ἀγωνιζόμενον, ἢ ὡς ἐπιθυμοῦντα γνῶναι, καὶ μαθεῖν ἐφιέμενον τὰ τῷ λαῷ συμβησόμενα, ἢ ὅτι ἐράσμιός ἐστι καὶ λίαν ἐπέραστος, τὰς τῆς ἀρε τῆς μαρμαρυγὰς ἀφιείς. Οὕτω διεγείρας τὸν προφή την ὁ θεῖος ἀρχάγγελος εἰς τὴν τῶν ῥηθησομένων κατανόησιν, τὴν διδασκαλίαν προσφέρει. κδʹ. "Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρ τίαν, καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλά σασθαι ἀδικίαν, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώ νιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι Ἅγιον ἁγίων." Πρὸ τῶν ἄλλων ἁπάντων ἐπισημήνασθαι δεῖ, ὅτι τοῦ προφήτου ἐν τῇ προσ ευχῇ τῷ Θεῷ λέγοντος περί τε τοῦ λαοῦ καὶ τῆς Ἱερουσαλήμ· "Ὁ λαός σου, καὶ ἡ πόλις σου, καὶ τὸ ἅγιόν σου." Ἀντιστρέφων ὁ Θεὸς λέγει τῷ ∆ανιήλ· "Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου·" ὥσπερ οὐκ ἀξιῶν τὸν λαὸν ἑαυτοῦ καλεῖν τὸν πάλαι αὐτοῦ ὠνομασμένον λαὸν, οὔτε μὴν τὴν πόλιν τὴν ὡσαύτως αὐτοῦ πάλαι προσαγορευομένην. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ μεγάλου πεποίηκε Μωσέως. Ἡνίκα γὰρ τὸν μό σχον τεκτηνάμενοι τὸ θεῖον αὐτῷ προσήνεγκαν σέβας, ἔφη πρὸς τὸν προφήτην ὁ Θεὸς· "Σπεῦσον, κατά βηθι τὸ τάχος ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες ἐξ Αἰγύπτου." Φησὶ τοίνυν ὁ Θεὸς αὐ τὸν διὰ τοῦ ἀρχαγγέλου, ὅτι τὴν δέησίν σου δεξάμε νος, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλὴμ συγχωρήσω, καὶ τὸν λαόν σου τῆς ἐπανόδου τυχεῖν κελεύσω. Μετὰ δὲ τὴν τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, διαρκέσουσιν ἐπὶ τετρακόσια καὶ ἐννενήκοντα ἔτη κατὰ νόμον πολιτευόμενοι· τοσοῦτον γὰρ αἱ ἑβδομήκοντα ἑβδομάδες ποιοῦσι χρόνον, ἡμέρας ἑκάστης εἰς ἐνιαυ τὸν λαμβανομένης. Ἐπειδὴ γὰρ ἑβδομηκονταέτει χρόνῳ τὴν αἰχμαλωσίαν αὐτῶν