1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

68

συνεφύροντο ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα. Ἀπὸ δὲ τῶν ἀρχόν των ἥψατο τῆς κατηγορίας, ὡς τῶν ὑπηκόων ἑπομέ νων τοῖς ἄρχουσι· κεφαλῆς γὰρ κακῶς διακειμένης, μεταλαγχάνειν ἀνάγκη τὸ σῶμα τῆς ἀσθενείας· λέγει τοίνυν, ὡς οὐδὲν τῶν συγγενῶν ἀπείχοντο, ἀλλὰ καὶ τὰ τῆς συγγενείας συνέχεον δίκαια, ἀδίκους σφαγὰς ἐργαζόμενοι. Ἀλλὰ καὶ, 81.1024 ζʹ. Πατέρα, φησὶ, καὶ μητέρα ἐκακολόγουν ἐν σοί. Ἓν δὲ καὶ τοῦτο τῶν ἀπηγορευμένων τῷ νόμῳ. "Καὶ πρὸς τὸν προσήλυτον, φησὶν, ἀνεστρέφοντο ἐν ἀδικίᾳ, ἐν σοί." Καὶ τοῦτο δὲ ἀπηγορεύκει ὁ νόμος οὑτωσὶ λέγων· "Καὶ προσήλυτον οὐ κακώσετε, ὅτι προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ." Ἀφ' ὧν ἐπάθετε, φησὶ, μάθετε φιλανθρωπίαν· ἀλλὰ καὶ τοῦτον ἀδεῶς τὸν νόμον παρέβαινον. Εἶτα καὶ ἕτερον· "Ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί." Πᾶν δὲ τοὐναν τίον ὁ ἀγαθὸς νομοθετεῖ Θεός· "Κρίνατε γὰρ, φησὶν, ὀρφανὸν, καὶ δικαιώσατε χήραν." Καὶ ἐν τῷ νόμῳ· "Οὐκ ἐπανατρυγήσεις, φησὶ, τὴν ἄμπελόν σου, καὶ ἔσται τῷ ὀρφανῷ, καὶ τῇ χήρᾳ, καὶ τῷ προσηλύτῳ." Οὗτοι δὲ οὐ μόνον ἀγαθοῦ τινος οὐ μετεδίδοσαν αὐ τοῖς, ἀλλὰ καὶ κακῶς διετίθεσαν. Καὶ τὰ τούτου χαλε πώτερα· ηʹ. Καὶ τὰ ἅγιά μου ἐξουθένουν, καὶ τὰ Σάβ βατά μου ἐβεβήλουν ἐν σοί. Τοὺς γὰρ ἐμοὺς, φησὶν, ἐπάτουν νόμους, καὶ τὴν ἀργίᾳ τετιμημένην ἡμέραν ἐργασίᾳ παρανόμῳ καθύβριζον. Καὶ τὰ τούτων δυσ σεβέστερα. θʹ. Ἄνδρες λῃσταὶ ἦσαν ἐν σοὶ, ὅπως ἐκχέω σιν αἷμα· ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί. Τούς τε γὰρ παρανομίᾳ συζῶντας, ἀνδροφόνους καὶ μιαι φόνους ὄντας, καὶ τοὺς ἐν τοῖς ὄρεσι τοὺς δαίμονας τιμῶντας, καὶ τοῖς εἰδωλικοῖς τεμένεσιν ἐντρυφῶν τας, εἶχες ἐνδιαιτωμένους." Καὶ ἀνόσια, φησὶν, ἐποίουν ἐν μέσῳ σου." Ἔπειτα τούτων ἕκαστον δι ηγεῖται. ιʹ. Καὶ αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ, καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί. Μητρυιαῖς, φησὶ, συνεγίνοντο· τοῦτο γὰρ ἀπο κάλυψιν αἰσχύνης πατρὸς ὠνόμασεν· οὕτω γὰρ αὐτὸ καὶ ἐν τῷ νόμῳ προσηγόρευσεν. "Ἀσχημοσύνην γὰρ, φησὶ, γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη γὰρ πατρός σού ἐστιν." Λαγνίστατοι, γὰρ, φησὶν, ὄντες, καὶ λίαν ἀκόλαστοι, οὐδὲ τῶν τὸ τῆς ῥύσεως πάθος ὑπομενουσῶν γυναικῶν ἀπείχοντο· ὃ οὐ μόνον παράνομόν ἐστιν, ἀλλὰ καὶ λίαν ἀκάθαρτον. Εἶτα ἐπιμένει τῆς λαγνείας κατηγορῶν. ιαʹ. Ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἠνόμουν, καὶ ἕκαστος τὴν νύμφην αὑτοῦ ἐμίαινον ἐν ἀσεβεία. Ἐπίτασις δὲ τοῦτο παρανομίας· οὔτε γὰρ ἴσον ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι, καὶ τῷ τοῦ ἰδίου παιδὸς ἐπιβουλεῦσαι γάμῳ· ἀλλ' ὅσῳ πορνείας ἡ μοιχεία χαλεπωτέρα, τοσούτῳ τῆς μοιχείας ἡ πρὸς τὴν νύμφην κοινωνία δυσσεβεστέρα. "Καὶ ἕκαστος τὴν ἀδελφὴν αὑτοῦ θυγατέρα τοῦ πατρὸς αὑτοῦ ἐταπεί νουν ἐν σοί." Καὶ ἐνταῦθα δὲ σαφῶς ἔδειξε τὴν τοῦ μύσους ὑπερβολὴν, ἑνὸς πατρὸς ὑποδείξας φυτὰ, τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ἐντεῦθεν ἐπὶ τὴν τῆς πλεον εξίας κατηγορίαν χωρεῖ. ιβʹ. ∆ῶρα ἐλάμβανον ἐν σοὶ, ὅπως ἐκχέωσιν 81.1025 αἷμα. Ἀπεμπωλοῦντες, φησὶ, διετέλουν τὸ δίκαιον, καὶ χρημάτων ἀπεδίδοντο τὰς ἀθώας σφαγάς· εἶτα τελευταῖον οἷόν τινα κολοφῶνα ἐπιτίθησι τῶν κακῶν. "Τόκον καὶ πλεονασμὸν ἐλάμβανον ἐν σοί." Εἰ δὲ μὴ τελευταῖον ὡς χαλεπώτερον ἔκειτο, συνετέτακτο δὲ ὅμως τοῖς εἰρημένοις, ἱκανὸν ἦν δεδίξασθαι τοὺς χρωμένους, καὶ πεῖσαι φυγεῖν τῆς ἀπληστίας ταύτης τὸ εἶδος, ὡς τοῖς ἄγαν δυσσεβέσι καὶ παρανόμοις συνεζευγμένον· ἀνδροφόνοις γὰρ καὶ εἰδωλολάτραις, καὶ τοῖς λαγνιστάτοις, καὶ ἀκολαστοτάτοις συνηρι θμήθη. Οὕτω διηγησάμενος τῆς κακίας τὰ εἴδη, δι δάσκει λοιπὸν καὶ τὴν ἐσομένην τιμωρίαν Καὶ συντελέσω συντέλειαν κακίας σου, τοῖς ἐν καταδυναστείᾳ· ἐμοῦ δὲ ἐπελάθου, λέγει Ἀδωναῒ Κύριος. (ιγʹ, ιδʹ.) Ἰδοὺ οὖν πατάξω χεῖρά μου πρὸς χεῖρα ἐφ' οἷς συντετέλεσαι, καὶ οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενη μένοις ἐν μέσῳ σου. Εἰ ὑποστήσεται ἡ καρδία σου, ἢ κρατήσουσιν αἱ χεῖρές σου, ἐν ταῖς ἡμέ ραις αἷς ἐγὼ ποιῶ ἐν σοί; ∆εσποτικῶς καὶ δικαστι κῶς λέγει πατάσσειν τὰς χεῖρας, ὑποδεικνὺς τὴν ὀργήν· ἐπειδὴ γὰρ, φησὶν, ἐπελάθου μου, καὶ οὐδὲ τῶν εὐεργεσιῶν