ἐν τῷ σκηνώματί σου;» καὶ τὰ ἑξῆς· καὶ ὅρα, ὅτι ἐκεῖ μὲν πρότερον παροικήσει ἐν σκηνώματι Κυρίου ὁ τοιόσδε, ἔπειτα κατασκηνώσει ἐν ὄρει ἁγίῳ αὐτοῦ· ἐνθάδε δὲ πρότερον ἀναβήσεται εἰς ὄρος Κυρίου ὁ τοιόσδε, δεύτερον δὲ στήσεται ἐν τῷ τόπῳ ἁγίῳ αὐ τοῦ. Καὶ ὄρος μέν φησι Κυρίου τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον· σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώ ρειαν αὐτοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος· ὁ δὲ τελειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἷός τε ὢν, ἵσταται βέβαιος καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. Ὀπίσω γὰρ Κυρίου πορευόμενος ἀναβαίνει, «τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπ εκτεινόμενος,» τέλος ἔχων ἀγαθὸν τὸ στῆναι μετὰ Θεὸν ἐν τόπῳ ἁγίῳ αὐτοῦ. Εἰ βούλεσθε παράδειγμα λα βεῖν ἀπὸ τῶν ἱερῶν γραμμάτων, Μωϋσῆς ἔστη ἐν τόπῳ ἁγιάσματος τοῦ Θεοῦ· πρὸς ὃν εἶπεν ὁ Θεός· «Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ.» Ἀλλ' ὅτι ζητεῖς ἁγίασμα τοῦ Θεοῦ, ὅπου δεῖ στῆναι· «Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου,» λέγουσιν οἱ προφῆται, ἐπεὶ «πέτρα ἦν ὁ Χριστός.» Μάθωμεν δὲ τίς ἐστιν ὁ τῶν ἐπαγγελιῶν τούτων τευξόμενος. Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, κ. τ. ἑ. 12.1268 Πρὸς τὴν ἐρώτησιν ἀποκρίνεται, πρακτικόν τε τοῦτον εἶναι καὶ θεωρητικόν. Ἀλλὰ καὶ πολλοὶ τὰς μὲν πράξεις ἔχουσι καθαρὰς, δι' ἔπαινον δὲ ἀνθρώ πων τοῦτο ποιοῦντες, οὐκ εἰσὶ καθαροὶ τῇ καρδίᾳ. Ματαία δὲ ψυχὴ ἡ λογικὴ μὲν οὖσα, τὸ δὲ βλαβερὸν οὐ φεύγουσα, καὶ τὸ ἀγαθὸν αἱρουμένη. Ὁ δὲ τὸ «ναὶ,» καὶ «οὒ,» φυλάττων ἄνευ δόλου ποιεῖται τὸν ὅρκον, ἆθλον ἔχων εὐλογίαν, καὶ σώσει τοῦτον ὁ Θεὸς ἐλέῳ καὶ χάριτι. Ὁποῖος γάρ ποτε ἂν ᾖ ὁ ἄνθρωπος, ἐλέου χρῄζει τοῦ ἀπὸ Θεοῦ. Τοῦ αὐτοῦ. Ἰούδας ἀνέβη μὲν εἰς τὸ ὄρος Κυρίου, οὐκ ἔστη δὲ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· οὐ γὰρ ἦν ἀθῶος χερσὶν, οὐδὲ καθαρὸς τῇ καρδίᾳ, ἀλλὰ κλέπτης ὢν τὰ βαλλόμενα βαστάζων. Τοῦ αὐτοῦ. Ἀλλ' ἐπεί τινες τὰς μὲν πρά ξεις ἔχουσι καθαρὰς, οὐκ εἰσὶ δὲ καθαροὶ τῇ καρδίᾳ, προσέθηκε τὸ, «καθαρὸς τῇ καρδίᾳ.» ∆εῖ γὰρ τὸν ἐν πράξεσι κατορθοῦντα καὶ καθαρὸν ἐν τῇ γνώσει τυγχάνειν. Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Ἀλλ' οὐδεὶς ζητῶν πρόσωπον τοῦ Θεοῦ, ἐνθάδε πρόσωπον Θεοῦ ὄψεται· «Οὐ γὰρ ὄψεται ἄνθρωπος ὢν τὸ πρόσωπόν μου, φησὶ, καὶ ζήσεται.» Μεταβάλλειν σε δεῖ, ἵνα ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ ἴδῃς αὐτό. Ἀποθέσθαι δεῖ πάντα τὰ ἀνθρώπινα· ἄγγελον ἤδη καὶ Θεὸν γενέσθαι δεῖ· «Μὴ καταφρονήσητε γὰρ, φησὶν ὁ Σωτὴρ, ἑνὸς τούτων τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐ τῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πα τρός μου τοῦ ἐν οὐρανοῖς.» Αὕτη οὖν ἡ γενεὰ ζη τούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Τοῦ αὐτοῦ. Εἰ ἀγγέλων ἐστὶ τὸ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ διαπαντὸς, τοῦτο δὲ τὸ πρόσωπον καὶ οἱ ἄνθρωποι ζητοῦσιν ἰδεῖν, ἀγγέλων ἄρα καὶ οἱ ἄνθρωποι γνῶσιν ἐπιζητοῦσιν, εἴγε δυνατὸν ἄρτον ἀγγέλων φαγεῖν τὸν ἄνθρωπον. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, κ. τ. ἑ. Πύλας δὲ λέγει τὰς ἀρετάς· «Ἀνοίξατε γάρ μοι, φησὶ, πύλας δικαιοσύ νης.» Ὡς δὲ δικαιοσύνης ἀνοίγονται πύλαι, οὕτως καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης καὶ μακρο θυμίας, δι' ὧν εἰσέρχεσθαι πέφυκε γνῶσις Θεοῦ, ὡσανεὶ Θεοῦ προηγουμένου αὐτῶν, λύσαντος μὲν τὴν αἰχμαλωσίαν, νικητὰς δὲ ἀποφήναντος τοὺς αἰχμα λώτους. Καὶ εἰσιόντες εἰς πόλιν λαμπρὰν ἐπὶ τῇ τροπαίων ἐπιδείξει ἐγκελεύονται οἱ δῆμοι· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν.» 12.1269 Τοῦ αὐτοῦ. Οὐκ εἶπεν, Ἀνοίξατε τὰς πύλας ὧν ἡγεῖσθε καὶ τυγχάνετε φύλακες, ἀλλ' «ἄρατε·» ὡς γὰρ κατιὼν κλίνας οὐρανοὺς, οὐκ ἀνοίξας κατέβη, τὸν αὐτὸν τρόπον ἀναληφθεὶς, οὐκ ἀνοιχθεισῶν τῶν πυλῶν εἰσῆλθεν, ἀλλ' αἱρουμένων. Τοῦ αὐτοῦ. Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. Ὡς λογικαῖς δὲ ταύταις φησὶ τὸ, «ἐπάρθητε·» πνευματικαὶ δέ εἰσι, καὶ οὐ πρόσκαιροι διὰ τὸ ἄϋλον καὶ ἀκήρατον. Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, κ. τ. ἑ. «Θαρσεῖτε,» φησὶν ὁ Σωτὴρ, «ἐγὼ νενίκηκα τὸν κόσμον· νῦν ἄρχων τοῦ κόσμου