1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

69

μου, οὐδὲ τῶν νόμων λαβεῖν ἠθέλησας μνήμην, τοιαῦτά σοι, φησὶν, ἐπάξω δεινὰ, ὥστε τὰς μὲν χεῖρας διαλυθῆναι, τὴν δὲ καρδίαν θορύβου παντὸς ἀναπλησθεῖσαν ἀπογνῶναι τὴν σωτηρίαν. Εἶτα τῶν εἰρημένων τὸ ἀψευδές· "Ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω." Βεβαιοῖ, φησὶ, τὰ εἰρημένα τὸ τοῦ εἰρηκότος ἀξίωμα· ἀρκεῖ γὰρ ὑμᾶς, μαθόντας τίς ὁ φθεγξάμενος, πιστεῦσαι τοῖς εἰρημένοις. ιεʹ. Καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι, καὶ δια σπερῶ σε ἐν ταῖς χώραις. Εἶτα ἡ ἐντεῦθεν ὠφέ λεια. Καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ· (ιʹ.) Καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀφθαλμοὺς τῶν ἐθνῶν, διότι ἐγὼ Κύριος. Ὅταν γὰρ, φησὶν, αἰχμάλωτοι γένησθε, καὶ μέτοικοι, τηνικαῦτα τῇ πείρᾳ διδαχθήσεσθε σωφρονεῖν, καὶ τῆς προτέρας παυσάμενοι παρανομίας, μαθήσεσθέ με Θεὸν ὑμῶν ὄντα καὶ Κύριον, καὶ κληρονομία ἐμὴ χρηματίσετε, καὶ μαθήσεται δι' ὑμῶν τὰ ἔθνη, ἐν οἷς παροικεῖτε, τὴν ἐμὴν ἀξίαν καὶ δύναμιν. ιζʹ, ιηʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ, καὶ κασσιτέρῳ, καὶ σιδήρῳ καὶ μολύβδῳ, ἐν μέσῳ καμίνου ἀργυρίου ἀναμεμιγμένοι εἰσίν. Ἔοικε, φησὶν, ὁ λαὸς οὗτος, ὦ προφῆτα, ἀργύρῳ κιβδήλῳ, καὶ πολλὴν ἐπιμιξίαν ἔχοντι χαλκοῦ, καὶ σιδήρου, καὶ κασσιτέρου, καὶ μολύβδου. Τοῦτο δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν ὁ Θεός· "Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμα 81.1028 σεν αὐτοὺς Κύριος ὁ Θεός·" διὰ δὲ τῶν εἰρημένων ὑλῶν τὰ παντοδαπὰ τῆς κακίας παρεδήλωσεν εἴδη· καὶ τοῦτο πάλιν διὰ Ἱερεμίου τοῦ προφήτου μαθεῖν δυνατόν· ταύτην γὰρ τῶν Ἰουδαίων τὴν κατηγορίαν ποιούμενος ἔφη καὶ αὐτός· "Ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλυβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· αἱ πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν." Ὅθεν ἐπήγαγεν· "Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος ὁ Θεός." Φυσητῆρα δὲ τὴν θείαν ἐνέργειαν ἀπεκά λεσε· πῦρ δὲ νῦν μὲν τὸν παιδευτικὸν καὶ καθαρτή ριον λόγον, νῦν δὲ τὴν δι' ἔργων τιμωρίαν. ∆ι' ἀμ φοτέρων δὲ ἡ θεία δύναμις ἐνεργεῖ. Ἀργυροκόπον δὲ πάλιν τὴν προφητικὴν διδασκαλίαν ὠνόμασε, μό λυβδον δὲ τὴν τιμωρίαν· ὅτι γὰρ μόλυβδος ἐμβάλλε ται τῷ ἀργύρῳ χωνευομένῳ, ὡς ἂν τὸ ἐν τούτῳ κί βδηλον δαπανήσειεν, καὶ ἡ τιμωρία τοῖς ἀξίοις ἐπιφέ ρεται, ἵνα καθαροὶ τῆς ἁμαρτίας ἀναφανῶσι. Τοῦτο καὶ ἐνταῦθα ποιήσειν ἀπειλεῖ. ιθʹ-κβʹ. ∆ιὰ τοῦτο εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύ ριος· Ἀνθ' ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἰδοὺ ἐγὼ εἰσδέξομαι ὑμᾶς ἐν μέσῳ Ἱερουσαλήμ. Καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς, καὶ σίδηρος, καὶ μόλυβδος, καὶ κασ σίτερος ἐν μέσῳ καμίνου, τοῦ ἐμφυσῆσαι εἰς αὐτὴν πῦρ εἰς τὸ χωνευθῆναι, οὕτως εἰσδέξομαι ὑμᾶς ἐν τῇ ὀργῇ μου, καὶ ἐν τῷ θυμῷ μου, καὶ εἰσάξω, καὶ ἐπαφήσω· Καὶ χωνεύσω ὑμᾶς, καὶ ἐμφυσήσω ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χω νευθήσεσθε ἐν μέσῳ αὐτῆς. Ὃν τρόπον χωνεύε ται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθή σεσθε ἐν μέσῳ αὐτῆς, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς. Ἐπειδὴ, φησὶ, τὴν τῆς κακίας ἐπιμιξίαν ἐδέξασθε, καὶ ἀρ γύρῳ ἀδοκίμῳ ἐοικότες, διὰ τῆς παντοδαπῆς πονη ρίας ἀνεφάνητε κίβδηλοι, χωνευτήριον μὲν ὑμῖν καταστήσω τὴν Ἱερουσαλὴμ, ἀνθράκων δὲ δίκην ἐμβαλῶ τοὺς πολεμίους· τὴν δὲ ἐμὴν ἐνέργειαν καὶ βούλησιν, οἷόν τινα φυσητῆρα κινήσω, καὶ κατὰ ταυτὸν ὑμᾶς χωνεύσω, ἵνα τοὺς μὲν ἀνήκεστα νενο σηκότας, ταῖς ἄλλαις ὕλαις παραπλησίως δαπανήσω, τοὺς δὲ ἴασιν ἐπιδεχομένους, οἷόν τινα κεκαθαρμένον ἄργυρον ἀποφήνω. κγʹ, κδʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων· Υἱὲ ἀνθρώπου, εἰπὲ αὐτῇ· Σὺ εἶ γῆ οὐ βρεχομένη οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς. Καὶ ἐκ πολέμου χερσεύουσα, καὶ μήτε ὑετὸν, μήτε ἄροτρον δεξαμένη· καὶ μὴν τὸν τῆς διδασκα λίας ὑετὸν διὰ τῶν ἁγίων αὐτῇ προσέφερε προφητῶν· ἀλλ' ἐπειδὴ τοῦτον οὐκ ἐδέχοντο, ἀλλ' ἀπωθοῦντο, καθάπερ τις πέτρα παρείσδυσιν οὐ παρέχουσα τῇ τοῦ ὑετοῦ φορᾷ, εἰκότως αὐτὴν οὐ βρεχομένην ὠνόμασε γῆν. Εἶτα πάλιν τῶν ἀρχόντων κατηγορεῖ. 81.1029 κεʹ. Ἧς οἱ ἀφηγούμενοι