De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
γὰρ ἐν αὐτῷ καὶ κινούμεθα καί ἐσμεν," ὥς που καὶ σοφὸς ἔφη λόγος. {Β.} Ἀληθές. {Α.} Ἴτω δὴ οὖν καὶ ἐπ' αὐτὸν ἀτεχνῶς, τῆς δυσφημίας ὁ λόγος, καὶ διακεκλήσθω γενητός· τὸ ἀπεῖργον γάρ, οἶμαί που, καὶ ἐμποδὼν οὐδέν, τῆς ἀληθοῦς θεότητος παθούσης ἅπαξ ἐν Υἱῷ τὸ τελεῖν ἐν γενητοῖς, καὶ τῆς αἰωνίου ζωῆς οὐκ οἶδ' ὅπως ἐκμεμοχλευμένης τοῦ εἶναι ζωῆς, καὶ τοῖς ἄλλοις κτίσμασιν ἀναμὶξ καθάπερ ἐξ ἀνάγκης εἰσδεδεγμένης ἐκμεμετρημένην χρόνῳ τὴν ὕπαρξιν. Τὸ γὰρ γενητὸν οὐκ ἄναρχον, οὔτε μὴν χρόνου παντὸς πρεσβύτερον. {Β.} Ὡς δεινόν γε, ὦ τᾶν, τὸ χρῆμα, καὶ δυσδιάφυκτος ἀληθῶς ἡ τῆς δυσσεβείας γραφή. {Α.} Εὐδιάφυκτος μὲν οὖν· ἐφεῖται γὰρ δὴ τοῖς ἐθέλουσιν εὐκόλως ἀποφοιτᾶν, καὶ τὸν ὀλετῆρα καὶ φθόρον τῶν δι' ἐναντίας διωθεῖσθαι λόγον, τὸ χρῆναι νικᾶν ἀπονέμουσιν εὐσεβῶς ταῖς τῶν ἁγίων φωναῖς. Ποιητὴν μὲν γὰρ οὐδαμῶς τοῦ Μονογενοῦς, Πατέρα δὲ μᾶλλον γεννητικῶς κεχρησ μῳδήκασι τὸν Θεὸν οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς, παρὰ τοῦ τὴν ἰδίαν οὐκ ἠγνοηκότος φύσιν, φημὶ δὴ Χριστοῦ. Ἔφη γάρ που πρὸς αὐτούς· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου." Καὶ μὴν καὶ μυσταγωγοὺς ἀποφαίνων αὐτοὺς ἀπλανεῖς τε καὶ ἀληθεῖς, "Πορευθέντες, ἔφη, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος." Ἔνθα δὲ Πατὴρ ἀληθῶς, καὶ γέννησις, καὶ μὴν καὶ Υἱός, οὐκ εἰσποιητὴν ἔχων τὴν τῆς υἱότητος δόξαν, ἀλλ' οὐσιώδη καὶ ἐκ Πατρός, ποῖον ἂν ἔχοι τόπον, ἡ ἐπὶ τῷ πεποιῆσθαι συκοφαντία; {Β.} Οὐδένα, καθάπερ ἐγᾦμαι. {Α.} Μὴ γὰρ δή τινες ὅλως τῶν ὀρθότητος ἐπιμελητῶν, εἰς τοῦτο ἡκόντων σκαιότητος λογισμῶν ὡς οἴεσθαι δεῖν ἡμᾶς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπωτάτω ποιεῖσθαι τὴν ἀπότεξιν, ἤτοι τὸ τῆς γεννήσεως χρῆμα, κατερυθριῶντας ἀμαθῶς μὴ ἄρα τι καὶ πάθοι τῶν ἀβουλήτων ἐφ' ἑαυτῇ, καὶ ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπενεχθεῖσα κάμοι. Ἐπιφημίζουσι γὰρ τῶν ἀσυνέτων τινὲς ἀποτομὰς αὐτῇ, καὶ τὴν θρυλλουμένην ἀπορροήν, οἳ καὶ σφᾶς αὐτοὺς διαλε λήθασί πως τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις, οἵ γε τὴν 506 ἀπόρρητον καὶ παντὸς ἐπέκεινα νοῦ τοῦ Θεοῦ φύσιν, εἰ ἀπογεννῶσα φαίνοιτο καί τι τάχα που καὶ παθεῖν τῶν τοιούτων ὑπειλήφασιν, ἠγνοηκότες παντελῶς τί μέν ἐστι κατὰ φύσιν τὸ ἀσώματον, τί δὲ αὖ τὸ σῶμα καὶ τὰ σωμάτων. Μερισμοῦ μὲν γὰρ ἤγουν ἀπορροῆς καὶ ἀποτομῆς ἀνεπί δεκτον παντελῶς τὸ ἀσώματον, πρέποι δ' ἂν μᾶλλον ἁπτῇ τε καὶ παχείᾳ φύσει τὸ καὶ τοιούτοις τισὶν ἁλῶναι τυχόν. Εἰ λέγοιτο τοίνυν ἐπὶ Θεῷ τὸ "γεγέννηκε," διερρίφθω μὲν πάθους ὑποψία παντός, ἐπικρατείτω δὲ λογισμὸς τῇ τοῦ Θεοῦ φύσει προσάπτων τὰ πρεπωδέστερα. Ἀποτέξεται γὰρ οὐ καθ' ἡμᾶς, ἀλλ' ὡς ἂν εἰδείη καὶ πέφυκεν αὕτη. Τερθρεῖαι δὴ οὖν καὶ γραώδη δείματα τῶν ἑτεροδόξων αἱ σκήψεις. Ὑποπλαττόμενοι γὰρ τὸ ἐκδεδιέναι μὴ ἄρα τι καὶ πάθοι τεκοῦσα τυχὸν ἡ τοῦ Πατρὸς φύσις, τῶν ὅτι μάλιστα φανοτάτων αὐτὴν ἀποστεροῦσι γερῶν. Γεννήτορα γὰρ μᾶλλον ἢ ποιητὴν τοῦ Μονογενοῦς ὁμολογεῖσθαι δεῖν τὸν Πατέρα καὶ Θεὸν ἁπαστισοῦν, οἶμαι, σοφὸς ἀναπείσει λόγος. Εὐκλεέστερον γὰρ ἂν ἀποφήνειε μὲν ὡδί, ψῆφον δὲ αὐτῷ δικαίως ἀπονεμεῖ, τὴν ἐπὶ τοῖς ἄγαν ὑπερκειμένοις, εἴπερ ἀσυγκρίτως καὶ παρ' ἡμῖν αὐτοῖς ὑπερανεστήξει τε καὶ ὑπερκείσεται ποιουμένου παντὸς τὸ ἐξ ἡμῶν γεννώμενον. Εἰ δὴ ποιητὴς μὲν ἔσται Θεός, καὶ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν διακεκτήσεται δόξαν, εἴη δ' ἂν γεννήτωρ οὐκ ἔτι, καταφρίξαιμι μὲν ἂν τὸ παλίμφημόν τι καὶ ἀπηχὲς εἰπεῖν, ἐρῶ δ' οὖν ὅμως, οὔ τι που μάλα ἑκών, ὅτι τοῦ πάντων ἀρίστου καὶ διαφανεστέρου διωλίσθηκεν ἀληθῶς ἡ τοῦ Θεοῦ φύσις, εὐρυτέρα δέ πως εἰς εὐκλείας ἡ κτίσις, ᾗ μέτεστι μὲν τοῦ τεκταίνειν δύνασθαι καὶ δημιουργεῖν τὰ ἐκ διαφόρου τέχνης, συμπαρομαρτεῖ δὲ καὶ τὸ γεννᾶν, ὅπερ ἐστὶν ἐναργῶς θατέρου λαμπρότερον. {Β.} Εὖ λέγεις. {Α.} Υἱὸς οὖν ἡμῖν, ὦ Ἑρμεία, καὶ οὐ ποίημα τὸ ἐκ Θεοῦ πεφηνὸς κατὰ φύσιν καὶ οὐσιωδῶς γέννημα κατ' ἀλήθειαν, οὐ σοφίας εὕρημα καὶ τέχνης καρπός, τοῦτο γὰρ εἶναί φαμεν τὴν σύμπασαν κτίσιν. {Β.} Ὧδε ἔχει. {Α.} Τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν