1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

70

τοῖς στρατεύμασιν. Εἶχε δὲ καὶ τὸν ἐκ νοθείας υἱὸν Ἰωάννην, μετὰ τοῦ οἰκείου λαοῦ τὰ μέγιστα συναιρόμενον· ἐκεῖνος καὶ γὰρ ἤδη καθ' αὑτόν, τῇ τοῦ Ταρωνᾶ θυγατρὶ συνών, λαὸν ἔξαιτον ἔχων, δυνατὸς ἦν καὶ μόνος στρατηγεῖν καὶ προσκτᾶσθαι· τοὺς γὰρ τὸ παλαιὸν Ἕλληνας, οὓς Ἀχιλλεὺς ἦγε, Μεγαλοβλαχίτας καλῶν, ἐπεφέρετο, ὥστε μηδ' ἔξω προ βαίνειν εἴα Βερροίας τὸν Παλαιολόγον καὶ μέγαν δομέστικον Ἰωάννην, τὸν Στρατηγόπουλον Ἀλέξιον καὶ τρίτον τὸν Ῥαοὺλ Ἰωάννην, συχνὰς δυνάμειπερὶ αὐτοὺς ἔχοντας. Τότε τοίνυν συναγαγὼν πάντας ὁ δεσπότης τοὺς εἰρημένους, ἔχων καὶ τοὺς ἑαυτοῦ ἐς ὅτι πλείστους, προσκροῦσαι μὲν τὰ πρῶτα τοῖς στρατηγοῖς καὶ συρρήξας, ὡς ᾤετο, προσβαλεῖν Θεσσαλονίκῃ καὶ τὰ κατὰ δύσιν καταδραμεῖν καὶ αὐτῆς δὴ πειραθῆναι Κωνσταντινου πόλεως ἐπὶ νοῦν ἔστρεφεν· εὔκαιρον γὰρ καὶ τοῦτό οἱ ξυνέπιπτεν, ἐξ αἰτίας τῆς ὅτι καὶ ὁ Μαφρὲ παρὰ πατρὸς Θευδερίχου ὡς κλῆρόν τινα εἶχε τὸ τῆς ἐκκλησίας ἀποστατεῖν, ὥστε μὴ ξένον εἶναι τὸ Γερμανοὺς τοῖς ἐν 119 τῇ πόλει Ἰταλοῖς μάχεσθαι· καί γε ὁ πρίγκιψ καθ' αὑτὸν ἦν, τὰ περί τε τὴν Ἀχαΐαν πᾶσαν καὶ τὸν Μορέαν προσκεκληρωμένος. Ἐπεὶ οὖν εἰς ταὐτὸν αἱ δυνάμεις συνῆσαν καὶ ἤδη πρὸς πόλεμον ἡτοιμάζοντοοὐδὲ γὰρ οὐδ' οἱ στρατηγοὶ ἠρεμεῖν εἶχον, τόσον συνηθροῖσθαι τὸ Ἰταλικὸν πυνθα νόμενοι, ἀλλὰ καὶ αὐτοὶ ἑτέρωθεν ηὐτρεπίζοντο, ὡς γοῦν ὅσον οὔπω ὁμαιχμήσαντες οἱ τοῦ δεσπότου ἔμελλον προσβαλεῖν, ἡ μυθευομένη Ἔρις ἐκείνη, ἡ μεταξὺ τῶν τριῶν θεαινῶν τὸ μῆλον ῥίψασα πρὸς φιλονεικίαν τὴν περὶ κάλλους, ἐκείνη καὶ τούτοις ἐμπίπτει. Καὶ ἡ αἰτία παρὰ μικρὸν ἐμφερής.

λαʹ. Ὅπως ὁ τῆς Ἀχαΐας πρίγκιψ Ῥωμαίοις ἑάλω. Λέγεται γὰρ τοὺς περὶ τὸν πρίγκιπα μεγιστᾶνας, οὓς ἐκεῖνοι καβαλλαρίους λέγουσι, τούτων τινὰς ἐποφθαλμίζειν κατ' ἔρωτας τῇ τοῦ ∆ούκα Ἰωάννου συζύγῳ, ἣν καὶ τοῦ Ταρωνᾶ θυγατέρα ὁ λόγος ἐδείκνυ. Τοῦτο δ' ἦν ἄρα τῷ ἐκείνης ἀνδρὶ εἰς προφανῆ τινα ὕβριν καὶ καταφρόνησιν· καὶ δὴ ὑβριοπαθῶν ἐκεῖνος ἐν τούτοις δεινὰ ἐποίει καὶ τοῖς ὑβρίσασιν ἀνταμύνεσθαι κατηπείλει. Καὶ ἔρις ἦν ἀμφοτέρωθεν ἰσχυρά, καὶ εἰς πόλεμον ἐκορύσσετο, καὶ οἱ εἰς ὁμαιχμίαν κληθέντες κατ' ἀλλήλων συνίσταντο. Τότε λέγεται καὶ αὐτὸν πρίγκιπα, ὁρῶντα τὴν μάχην, ἀγανακτεῖν, καὶ τοῖς μὲν σφετέροις μὴ ἔχειν ἐπιπλήττειν, τῷ δέ γε ∆ούκᾳ καὶ λίαν ἐπιμωκησάμενον χλευάσαι καὶ τὰ εἰς γένος, ὡς νόθος, μάλα λαμπρῶς ὀνειδίσαι, καὶ ὡς οὗτος εἴη φάναι, τὸν Νικηφόρον δείξας, ὁ ἐμὸς ἀδελφός, σὺ δὲ σκότιος καὶ οὐχ ὅπως ἐλεύθερος, ἀλλὰ καὶ δοῦλος αὐτοῦ. Ταῦτα μετ' ἐμβριθείας εἰπόντος τοῦ πρίγκιπος, Ἀχιλλεὺς ἦν ἄλλος ὁ Ἰωάννης μηνίσας. Τότε θέλων δεῖξαι αὐτὸς ὢν τὸ πᾶν τοῦ στρατοῦ καί, οἷς ἂν προσκέοιτο, ἐκείνους νικῶντας, πέμψας δι' ἀπορρήτων νυκτὸς τοῖς στρατηγοῖς διαμηνύεται ὡς αὐτὸς μετ' αὐτῶν 121 ἔσται καὶ ὡς ἐπιθήσεται τοῖς μετ' αὐτοῦ Ἰταλοῖς, βλαξὶ καὶ τρυφεροῖς οὖσιν, εἰ μόνον ἐκεῖνοι ὁρμῷεν. Πλὴν καθιστῶν πρὸς ἐκείνους τοὺς ὅρκους, τὰ πιστὰ ἐτήρει τοῖς περὶ τὸν πατέρα καὶ τὸν αὐτοῦ ἀδελφὸν Νικηφόρον, ὥστε, ἀλωβήτους αὐτοὺς διατηρήσαντας, τοῖς λοιποῖς, Ἰταλοῖς οὖσι, καὶ διαφε ρόντως τοῖς τοῦ πρίγκιπος, ὁμόσε χωρεῖν. Ταῦτα συνθεμένων ἐκείνων καὶ ἀνταλλαξάντων εἰς ὅρκους τὰ ἱερὰ περιάμματα, συρρήγνυται μάχη μεγίστη ἔνθεν μὲν Ῥωμαίοις σὺν Πέρσαις καὶ Σκυθικῷ πλείστῳ, ἐκεῖθεν δὲ τοῖς τοῦ πρίγκιπος Ἰταλοῖς· τὸν γὰρ πατέρα καὶ ἀδελφὸν σὺν τοῖς περὶ ἐκείνους, σφίσι τὰ δεινὰ ἐπισείσας, ἀποναρκᾶν πρὸς τὴν μάχην ἐποίει καὶ οὐχ ὅπως τὸν πόλεμον ἀναβάλλεσθαι, ἀλλὰ καὶ ὑπὸ πόδα ἀναχωρεῖν, αὐτὸς δέ, κατὰ νώτου τοῖς Ἰταλοῖς προσ επιτιθέμενος, δεινὰ ἐποίει. Καὶ τότε ἔγνωσαν Ἰταλοὶ παραδεδομένοι καὶ ἀπεδίδρασκον· οὐ μὴν δὲ καὶ τὸν κίνδυνον ὑπεξέφυγον, ἀλλὰ πολλοί, τῷ Σκυθικῷ στρατεύματι συγκαταλαμβανόμενοι, συχνοῖς τοῖς ὀϊστοῖς τιτρωσκό μενοι ἔπιπτον, ἄλλοι δὲ τοῖς Πέρσαις ἡλίσκοντο. Καὶ τέλος αὐτὸς ὁ πρίγκιψ, θάμνῳ τινὶ παρεισδύς, ἐκεῖθεν ἐθάρρει λαθεῖν, ἀλλ' οὐκ ἤνυε τὸ παράπαν· ἐπιστάντες γὰρ καὶ αὐτὸν