70
καθέστηκεν ἡ τῶν τρόπων τε καὶ λογισμῶν ἐπὶ τὸ κρεῖττον μεταβολὴ καὶ διόρθωσις καὶ ἡ τῶν προτέρων κάθαρσις μολυσμῶν. Ὁδὸς δὲ καλή τε καὶ ἐπίδοξος ὁ κατ᾽ ἀρετὴν ὑπάρχει βίος· ἐν ᾧ καθάπερ ὁδῷ τὸν ἐν ἑκάστῳ ποιεῖται τῆς σωτηρίας δρόμον ὁ Λόγος, ἐνοικῶν τε διὰ τῆς πίστεως καὶ ἐμπεριπατῶν τοῖς κατ᾽ ἀρετήν τε καὶ γνῶσιν διαφόροις θεσμοῖς τε καὶ δόγμασι. Τρίβοι δὲ τοῦ Λόγου εἰσὶν οἱ διάφοροι τρόποι τῶν ἀρετῶν καὶ ἡ τοῦ κατὰ Θεὸν βίου διάφορος ἀγωγὴ ἤγουν τὰ κατὰ Θεὸν ἐπιτηδεύματα· ἃς εὐθύνουσιν οἱ μήτε δόξης ἕνεκεν μήτε προφάσει πλεονεξίας μήτε κολακείας χάριν καὶ ἀνθρωπαρεσκείας καὶ ἐπιδείξεως τὴν ἀρετὴν ἢ τὴν μελέτην τῶν θείων λόγων μετελθεῖν ἐπιτηδεύοντες, ἀλλὰ πάντα διὰ τὸν Θεὸν καὶ ποιοῦντες καὶ λέγοντες καὶ διανοούμενοι. Τρίβοις γὰρ οὐκ εὐθείαις ὁ θεῖος οὐ πέφυκεν ἐμφιλοχωρεῖν Λόγος, κἂν εὕρῃ τὴν ὁδὸν ἔν τισιν ἕτοιμον. Οἷόν τι λέγω· νηστεύει τις καὶ ἀπέχεται τῆς ἐξαπτικῆς τῶν παθῶν διαίτης τὰ ἄλλα τε ποιεῖ, ὅσα πρὸς ἀπαλλαγὴν κακίας συμβάλλεσθαι δύναται, τὴν λεγομένην ὁδὸν οὗτος ἡτοίμασεν· κενοδοξίας δὲ ἢ πλεονεξίας ἢ κολακείας ἢ ἀνθρωπαρεσκείας ἢ ἄλλης τινὸς ἕνεκεν αἰτίας δίχα τῆς θείας εὐαρεστήσεως τοὺς τοιούτους ἐπιτηδεύει τρόπους, οὗτος εὐθείας οὐκ ἐποίησε τὰς τρίβους τοῦ Θεοῦ, καὶ τὸν μὲν τῆς ἑτοιμασίας τῆς ὁδοῦ πόνον ὑπέμεινε, τὸν (14Β_296> δὲ Θεὸν οὐκ ἔσχε ταῖς αὐτοῦ τρίβοις ἐμπεριπατοῦντα. Ὁδὸς οὖν τοῦ Κυρίου ἐστὶν ἡ ἀρετή, εὐθεῖα δὲ τρίβος ὁ κατ᾽ ἀρετὴν ὀρθὸς ὑπάρχει τρόπος καὶ ἄδολος.
Πᾶσα φάραγξ πληρωθήσεται, τῶν ἑτοιμασαμένων δηλαδὴ καλῶς τὴν ὁδὸν Κυρίου καὶ εὐθείας ποιησαμένων τὰς αὐτοῦ τρίβους· οὐ γὰρ ἁπλῶς πᾶσα, οὐδὲ πάντων· οὔτε γὰρ τῶν μὴ ἑτοιμασάντων τὴν ὁδὸν τοῦ Κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ. Φάραγξ δέ ἐστιν ἡ τοῦ καθέκαστον σάρξ, ἡ τῷ πολλῷ ῥεύματι τῶν παθῶν ἐκχαραδρωθεῖσα καὶ τὴν πρὸς τὴν ψυχὴν κατὰ τὸν τοῦ συνδήσαντος Θεοῦ νόμον πνευματικὴν διατμηθεῖσα συνέχειάν τε καὶ συνάφειαν. ∆υνατὸν δὲ καὶ τὴν ψυχὴν φάραγγα νοηθῆναι, τῷ πολλῷ χειμῶνι τῆς ἀγνοίας κοιλανθεῖσαν καὶ τῆς ἐν Πνεύματι καλῆς ὁμαλότητος διὰ τῆς κακίας τὸ κάλλος ἀποθεμένην. Πᾶσα τοίνυν φάραγξ, ἤγουν σὰρξ καὶ ψυχὴ τῶν ἑτοιμασάντων τὴν ὁδὸν τοῦ Κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, πληρωθήσεται διὰ τῆς ἀποβολῆς τῶν παθῶν, τῶν ποιούντων αὐταῖς φαράγγων δίκην τὴν ἀνωμαλίαν, καὶ τῆς τῶν ἀρετῶν ἐπαναγωγῆς ἀπολαβοῦσα τὴν φυσικὴν ἐπιφάνειαν, ὁμαλισθεῖσαν τῷ Πνεύματι.
Καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Ταῖς φάραγξιν, ὡς ἔοικεν, μάλιστα πεφύκασί πως συνίστασθαι τὰ ὄρη καὶ οἱ βουνοί. Ὄρος ἐστὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, βουνὸς δὲ πᾶσα κακία κατεπανισταμένη τῆς ἀρετῆς. Εἰ γοῦν ὄρη μέν εἰσι τὰ ἐνεργητικὰ τῆς ἀγνωσίας πνεύματα, βουνοὶ δὲ τὰ ποιητικὰ τῆς κακίας, ὁπηνίκα προδήλως πᾶσα φάραγξ, ἤγουν σὰρξ ἢ ψυχὴ τῶν ἑτοιμασάντων, ὡς εἶπον, τὴν ὁδὸν τοῦ Κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, διὰ τῆς τοῦ περιπατοῦντος ἐν αὐτοῖς διὰ τῶν ἐντολῶν Θεοῦ Λόγου παρουσίας πληρωθῇ γνώσεώς τε καὶ ἀρετῆς, πάντα τὰ τῆς ψευδωνύμου γνώσεως καὶ τὰ τῆς κακίας πνεύματα ταπεινοῦται, πατοῦντος αὐτὰ τοῦ Λόγου καὶ ὑποτάσσοντος (14Β_298> καὶ τὸ ἐπαιρόμενον κατὰ τῆς ἀνθρωπίνης φύσεως πονηρὸν κράτος καταβάλλοντος καὶ οἷον τὸ μέγεθος καὶ τὸ ὕψος τῶν ὀρέων καὶ τῶν βουνῶν κατασκάπτοντος καὶ εἰς τὴν τῶν φαράγγων ἄγοντος ἀναπλήρωσιν. Τῷ ὄντι γάρ, εἰ πάντα λήψεταί τις διὰ τῆς τοῦ Λόγου δυνάμεως ὅσα παρὰ τῆς φύσεως λαβόντες οἱ δαίμονες τὴν παρὰ φύσιν ἀγνωσίαν τε καὶ κακίαν ἐδημιούργησαν, οὐδαμῶς ὑποστήσεται καθ᾽ οἱονδήποτε τρόπον ἀγνωσίας ἢ κακίας ὕψος, ὥσπερ οὐδὲ ὄρος ἢ βουνὸς τῶν αἰσθητῶς φαινομένων, εἰ μηχανή τις ἦν τοῖς ἀνθρώποις αὐτὰ μὲν κατασκάψαι τὰ ὄρη καὶ τοὺς βουνούς, τὰς δὲ φάραγγας ἀναπληρῶσαι.