τούτου ἐμβληθήσεται ἔξω.» Κύριος δυνάμεων, αὐτός ἐστι οὗτος ὁ βασι λεὺς τῆς δόξης, κ. τ. ἑ. ∆υνάμεων Κύριον αὐ τὸν εἶπον ὡς ἄρχοντα στρατοπέδων. Σημειωτέον δὲ, ὅτι οἱ τὰ Ἑβραίων ἠκριβωκότες φασί· Τὴν «Σαβαώθ» φωνὴν ἐν τῷ Ἑβραϊκῷ κειμένην εἰς Ἑλλάδος φωνὴν οἱ Ἑβδομήκοντα μεταλαμβάνοντες, ὁτὲ μὲν τὸ, «Κύ ριος τῶν δυνάμεων,» ὁτὲ δὲ τὸ, «Κύριος κραταιὸς,» ὁτὲ δὲ τὸ, «παντοκράτωρ,» ἔταξαν. Λέγουσι γοῦν, ὅτι καὶ ἐν τῷ τόπῳ τούτῳ κειμένη τοῦ «Σαβαὼθ» ἡ μετάληψις εἰς τὸ, «Κύριος τῶν δυνάμεων,» γέγο νεν. Εἰ δὲ τὸ «Σαβαὼθ» ἐπὶ τοῦ Σωτῆρος κεῖται, ἑρμηνεύεται εἰς τὸ «παντοκράτωρ.» Εἰκότως ἡ «παντοκράτωρ» φωνὴ τοῦ Σωτῆρος κατηγορηθείη. Εἰ γὰρ «πάντα δι' αὐτὸν γέγονε,» καὶ αὐτός ἐστι πρὸ πάντων, ἀκολούθως παντοκράτωρ λέγεται. ΨΑΛΜΟΣ Κ∆ʹ. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς, κ. τ. ἑ. Ἔστι καὶ μὴ διακενῆς ἀνομῆσαι. «Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος·» αὕτη ἡ ἀνομία οὐ διακενῆς. Στρέψον, ∆έσποτα, τὴν αἰσχύνην εἰς τοὺς ἀνομοῦντας ἡμᾶς, οὐδὲν ἠδικηκότας. Τοῦτο γὰρ λέ γει «διακενῆς.» Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με, κ. τ. ἑ. Ὁ θέλων γνῶ ναι τὰς ὁδοὺς τοῦ Κυρίου γενέσθω πραΰς· «∆ι δάξει» γὰρ, φησὶ, «πραεῖς ὁδοὺς αὐτοῦ,» τοὺς κατα παύσαντας τὴν ἐν τῇ ψυχῇ ἄπαυστον μάχην θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων πα θῶν. Τὸ, «Γνώρισόν μοι, καὶ δίδαξον,» ἐπὶ πρά γματα λέγει. Βούλεται γὰρ εἰπεῖν, ὅτι, Ἐν ἀπολαύ σει με κατάστησον τῶν πράξεών σου, τουτέστιν, Ἐπάγαγέ με εἰς τὰ οἰκεῖα· ὅθεν ἐπιφέρει· «Ὁδήγησόν με εἰς τὴν ἀλήθειάν σου.» Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, κ. τ. ἑ. Ἐφ' οἷς γὰρ ἔτι πλημμελεῖ 12.1272 τις οὐκ ἐξομολογεῖται μετανοῶν· ὡς καὶ τὰ ἐκ νεό τητος ἡμαρτημένα καὶ ἠγνοημένα οὐκέτι ἐνεργεῖται τῷ τὴν νεότητα διαβεβηκότι. Λέγοι δ' ἄν τις νεότη τος καὶ τὸ τοῦ ἤθους ἄστατον, ὅτε τις ἀγνοῶν ἁμαρ τάνει, μέχρι Θεὸς αἴσθησιν τῷ τοιούτῳ χαρίζηται. Εἴρηται γὰρ, «Ἵνα δῷ ἀκάκοις πανουργίαν.» Οὐχ ἁρ- μόττει δὲ ταῦτα τῷ ∆αυῒδ, οὗ μηδὲν ἁμάρτημα νεό τητος φέρεται, ἀλλὰ πάντας μᾶλλον διδάσκει τοὺς περιπεπτωκότας ἁμαρτήμασι νεωτερικοῖς καθάπερ τραύματα παλαιὰ δεικνύναι ταῦτα τῷ δυναμένῳ θε ραπεῦσαι διὰ τῆς ἐξομολογήσεως. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε, κ. τ. ἑ. Ἄνθρωποι μὲν μνημονεύοντές τινων, τὰς τῶν προεγνωσμένων φαν τασίας ἀνακινοῦσιν ἐν ἑαυτοῖς· Θεὸς δὲ μνημονεύων λογικῆς φύσεως, ἐν αὐτῇ γίνεται. Τούτου γὰρ λέγεται μεμνῆσθαι ἐν ᾧ χωρεῖ. Χωρεῖ δὲ πρότερον μὲν διὰ τῆς τῶν γεγονότων θεωρίας, ἔπειτα δὲ καὶ διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ. Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομο θετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ, κ. τ. ἑ. «∆ικαίῳ γὰρ νόμος οὐ κεῖται.» ∆ιὰ γὰρ ταύ την, φησὶ, τὴν αἰτίαν, ἐπειδὴ πρόσεστιν αὐτῷ καὶ τὸ δίκαιον, νομοθετεῖ ἁμαρτάνουσιν ἐν ὁδῷ, τουτέστιν ὑποστρέφει τοὺς ἁμαρτάνοντας εἶναι εἰς εὐσέβειαν, καὶ περὶ μὲν τοὺς ἁμαρτάνοντας, φησὶν, ἐπιδείκνυ ται τὸ δίκαιον, περὶ δὲ τοὺς ἄλλους τὴν χρηστότητα, ὅθεν ἐπιφέρει· «Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.» Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογε νὴς καὶ πτωχός εἰμι ἐγὼ, κ. τ. ἑ. Ὁ πάντα πράτ των καὶ λέγων τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν, τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διαπαντὸς ἔχει πρὸς τὸν Κύριον. Εἴ τις υἱοθεσίας οὐκ ἔλαβε πνεῦμα, οὐδὲ τῶν ἁγίων δυνάμεων καὶ αὐτοῦ τοῦ Χριστοῦ γέγο νεν ἀδελφὸς, λεγέτω μονογενὴς εἶναι καὶ πτωχὸς ἐστερημένος τοῦ πλούτου τῆς γνώσεως. Οἶμαι δὲ τὸν ∆αυῒδ μετριάζοντα τούτους ᾄδειν τοὺς λόγους· τὰ ἄδηλα γὰρ καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ δεδή λωκεν αὐτῷ ὁ Θεός. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν τα πείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου, κ. τ. ἑ. Οὐ πᾶς κόπος πε ριαιρεῖ ἁμαρτίας, ἀλλ' ὁ διὰ τὸν Κύριον τῇ πρακτικῇ προσγινόμενος. Ἀρκέσθητι, φησὶ, ∆έσποτα, ταῖς ἐπ ενεχθείσαις μοι θλίψεσι, καὶ περίκοψον ἐκ τῆς δίκης, ἣν ὑπέχω διὰ τὸ πλῆθος τῶν πλημμελημάτων.