70
ἐν μέσῳ αὐτῆς, ὡς λέοντες ὠρυόμενοι, ἁρπάζοντες ἁρπάγματα, ψυ χὰς κατεσθίοντες ἐν δυναστείᾳ, πλοῦτον καὶ τι μὰς λαμβάνοντες, τὰς χήρας αὐτῆς ἐπλήθυ ναν ἐν μέσῳ αὐτῆς. Τῶν γὰρ ἀνδρῶν ἀναιρουμένων. δῆλον ὅτι ἡ χηρεία χώραν ἐλάμβανεν· ἐντεῦθεν ἐπὶ τοὺς ἱερέας τὸν κατηγορικὸν μεταφέρει λόγον. κʹ. Καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν τὸν νόμον μου. Μεγίστη δὲ αὕτη παρανομία· οὓς γὰρ ποδηγεῖν τοὺς ἄλλους ἐχρῆν, οὗτοι διετέλουν τυφλώττοντες. "Καὶ ἐβεβήλουν τὰ ἅγιά μου." Παρανόμως, φησὶν, ἐπετέλουν τὰς λειτουργίας· εἶτα τῆς παρανομίας τὰ εἴδη. "Ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀναμέσον καθαροῦ καὶ ἀκαθάρτου οὐ διέστελλον." Οὐ διέκρινον, φησὶ, καὶ ἐδίδασκον, τί μὲν ἅγιον καὶ θεῖον, τί δὲ βέβηλον καὶ ἀνθρώπειον· βέβηλον γὰρ ἐνταῦθα οὐ τὸ ἐναγὲς καλεῖ, ἀλλὰ τὸ κοινὸν καὶ τῶν θείων κεχωρισμένον. Καθαρὸν καὶ ἀκάθαρτον, τὰ κατὰ τὸν νόμον κεχωρισμένα, καὶ τὰ κατὰ νό μον αὖ πάλιν ἀπηγορευμένα, οὐ περὶ βρωμάτων μόνον καὶ θυμάτων, ἀλλὰ καὶ περὶ ἐνδυμάτων, καὶ τῶν ἄλλων τῶν τε κατὰ γνώμην, καὶ παρὰ γνώμην συμβαινόντων, γονοῤῥοίας τε καὶ ἀποκαθημένης, καὶ ἁφῆς λέπρας, καὶ ἁφῆς νεκροῦ, καὶ θνησιμαίου, καὶ θηριαλώτου, καὶ τὰ ἄλλα ὅσα ὁ νόμος διαγορεύει. Τούτοις προστίθησι, "Καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὑτῶν, καὶ ἐβεβή λουν με ἐν μέσῳ αὐτῶν." Ὁρῶντες γὰρ ὑβρι ζομένην προφανῶς τὴν τῶν σαββάτων ἡμέραν, καὶ ἐργασίαν παράνομον ἐπιτελουμένην ἐν τῇ ἀργῇ ἡμέρᾳ, ἐλέγχειν οὐκ ἤθελον τοὺς παρανομεῖν τολμῶν τας, ἀλλ' οἱονεὶ μύοντες τοὺς ὀφθαλμοὺς, οὐκ ἐδό κουν ὁρᾷν, ἃ διετέλουν ὁρῶντες. Πάλιν ἐπὶ τοὺς ἄρχοντας ἐπανελθὼν, φησίν· κζʹ. Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς, ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα, τοῦ ἐκχέαι αἷμα, τοῦ ἀπολέσαι ψυχὰς, ὅπως πλεονεξίᾳ πλεον εκτῶσιν. Ἀφορμὴν, φησὶ, κέρδους ἐποιοῦντο οἱ ἄρ χειν λαχόντες τὰς ἀδίκους σφαγὰς, καὶ οὓς ἔδει τῶν ἀδικουμένων εἶναι προμάχους, οὗτοι τῆς τῶν ἀδι κούντων ἐγένοντο μοίρας. Ἐντεῦθεν ἐπὶ τοὺς προφή τας μεταβαίνει, λέγων· κηʹ. Καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτούς. Τοῦτο καὶ ἄνω ἔφη, τὸν κακῶς οἰκοδομηθέντα τοῖ χον ὑπὸ τοῦ λαοῦ κάκιον ὑπὸ τῶν ψευδοπροφητῶν ἀλει φθέντα· διδάξας· ἐβεβαίουν, φησὶν, οἱ καλούμενοι προφῆται, τὰ κακῶς ὑπὸ τῶν ἀρχόντων γινόμενα, κο λακευτικοῖς κεχρημένοι λόγοις, καὶ τὰς ἀρχὰς θερα πεύειν δεδιδαγμένοι. Εἶτα τὴν τούτων τιμωρίαν δι δάσκει· "Πεσοῦνται ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες, Τάδε λέγει Ἀδωναῒ Κύριος, καὶ 81.1032 Κύριος οὐ λελάληκε." Μιμούμενοι γὰρ τοὺς ἀληθεῖς προφήτας, τῷ τοῦ Θεοῦ προσώπῳ τὰς ψευδεῖς αὑτῶν χρησμολογίας περιετίθεσαν, καὶ τῇ πηγῇ τῆς ἀλη θείας περιῆπτον τὸ ψεῦδος. Ταῦτα δὲ, φησὶν, ἔλε γον· κθʹ. Τὸν λαὸν τῆς γῆς ἐκπιέζοντες ἀδικίᾳ, καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες, καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος. Τῇ ψευδολο γίᾳ, φησὶν, ἐχρῶντο, καὶ πρὸς χάριν τοῖς ἄρχουσιν ἐμαντεύοντο, ἄδειαν λαμβάνειν κατὰ τῶν πενήτων ἐθέλοντες, καὶ ἀφορμὴν κέρδους τὸ ψεῦδος ποιού μενοι. λʹ. Καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμε νον ὀρθῶς, καὶ ἑστῶτα ἐν διακοπῇ φραγμοῦ πρὸ προσώπου μου ἐν καιρῷ τῆς γῆς, τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτὴν, καὶ οὐχ εὗρον. Ταῦτα καὶ διὰ Ἱερεμίου διδάσκει, λέγων· "διέλθετε εἰς τὰς διόδους Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ ζητήσετε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὑρήσητε ἕνα ποιοῦντα κρῖμα, καὶ ζητοῦντα πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ." Καὶ ἐνταῦθα τοίνυν φησὶν, ὅτι ἔκ τε τῶν ἀρχόντων ἔκ τε τῶν ἱερέων, καὶ ἐκ τῶν ἄλλων ἁπάντων ἐπεζή τουν ἕνα γοῦν ἄνδρα, στῆναι ἐν διακοπῇ φραγμοῦ δυνάμενον, τουτέστιν, ἐπισχεῖν τὰς ἐπιφερομένας τιμωρίας διὰ δικαιοσύνης ἰσχύοντα, καὶ τὴν γεγενη μένην ἐκ τῆς παρανομίας διακοπὴν, καὶ πάροδον τῆς τιμωρίας ἀποφράξαι καὶ ἀποτειχίσαι δυνάμενον, καὶ οὐχ εὗρον. ∆ιό φησιν· λαʹ. Ἐξέχεα τὸν θυμόν μου ἐπ' αὐτὴν ἐν πυρὶ ὀργῆς μου, τοῦ συντελέσαι αὐτούς. Καὶ δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον, ἐπήγαγε· Τὰς ὁδοὺς αὐ τῶν εἰς