De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
αὐτοῦ λάρνακος τυγχάνοντά εἰσιν. ἕτερος λάρναξ ἀπὸ λίθου Προικονησίου, ἐν ᾧ ἀπόκειται Εἰρήνη ἡ γυνὴ Κωνσταντίνου τοῦ Καβαλλίνου. ἕτερος λάρναξ πράσινος Θεσσαλὸς, ἐν ᾧ ἀπόκειται ἡ γυνὴ Καβαλλίνου. σταταραία ἀπὸ λίθων Προικονησίων, ἐν ᾗ ἀπόκεινται Κοσμὼ καὶ Εἰρήνη, ἀδελφαὶ Καβαλλίνου. ἕτερος λάρναξ Προικονήσιος, ἐν ᾧ ἀπόκειται Λέων ὁ Χάζαρος, υἱὸς Κωνσταντίνου τοῦ Καβαλλίνου. ἕτερος λάρναξ ἀπὸ λίθου Προικονησίου, ἐν ᾧ ἀπόκειται Εἰρήνη ἡ γυνὴ Λέοντος τοῦ Χαζάρου. ἕτερος λάρναξ πράσινος Θετταλὸς, ἐν ᾧ ἀπόκειται Μιχαὴλ ὁ Τραβλός. ἕτερος λάρναξ ἀπὸ λίθου Σαγαρινοῦ, ἐν ᾧ ἀπόκειται Θέκλα ἡ γυνὴ Μιχαὴλ τοῦ Τραβλοῦ. ἕτερος λάρναξ ἀπὸ λίθου πρασίνου, ἐν ᾧ ἀπόκειται Θεόφιλος ὁ βασιλεύς. ἕτερον λαρνάκιον πράσινον, ἐν ᾧ ἀπόκειται Κωνσταντῖνος ὁ υἱὸς Θεοφίλου. ἕτερον λαρνάκιον ἀπὸ λίθου Σαγαρινοῦ, ἐν ᾧ ἀπόκειται Μαρία ἡ θυγάτηρ Θεοφίλου. 646 Στοὰ ἡ πρὸς μεσημβρίαν τοῦ αὐτοῦ ναοῦ. Ἐν ταύτῃ ἀπόκεινται λάρνακες Ἀρκαδίου, Θεοδοσίου, υἱοῦ αὐτοῦ, καὶ Εὐδοξίας τῆς μητρὸς αὐτοῦ. καί ἐστιν ὁ μὲν Ἀρκαδίου τάφος πρὸς μεσημβρίαν, ὁ δὲ Θεοδοσίου πρὸς ἄρκτον, τῆς δὲ Εὐδοξίας ἀνατολικώτερος, ἀμφότεροι πορφυροῖ, ἤτουν Ῥωμαῖοι. Στοὰ ἡ πρὸς ἄρκτον τοῦ αὐτοῦ ναοῦ. Ἐν ταύτῃ τῇ στοᾷ τῇ οὔσῃ πρὸς ἄρκτον κεῖται λάρναξ κυλινδροειδὴς, ἐν ᾧ ἀπόκειται τὸ δύστηνον καὶ παμμίαρον σῶμα τοῦ παραβάτου Ἰουλιανοῦ, τὴν χροιὰν πορφυροῦν, ἤτουν Ῥωμαῖον. ἕτερος λάρναξ πορφυροῦς, ἤτουν Ῥωμαῖος, ἐν ᾧ ἀπόκειται τὸ σῶμα Ἰοβιανοῦ τοῦ μετὰ Ἰουλιανὸν βασιλεύσαντος. ἰστέον, ὅτι ἐν τῇ γυναικίᾳ μονῇ τὰ Ἰουστίνου, ἐν τῷ ναῷ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ἐν λάρνακι ἀπὸ λίθου πρασίνου Θεσσαλοῦ ἀπέκειτο τὸ σῶμα Ἰουστίνου τοῦ βασιλέως καὶ Σοφίας τῆς γυναικὸς αὐτοῦ. καὶ ἐξηνέχθη τὰ τούτων λείψανα, καὶ κατετέθη ἐν τῇ αὐτῇ μονῇ ἐν χαμοσορίου ἀπὸ λίθου Προικονησίου ἤτουν Πικριμαίου, ἐν ᾧ καὶ ἐπιγέγραπται· "γλοσσόκομος Ἀλεξάνδρου ∆ομεστίκου." ἰστέον, ὅτι ἐν τῇ μονῇ τοῦ ἁγίου Μάμαντος πλησίον τῆς πόρτης τῆς 647 ξυλοκέρκου, ἐν τῷ νάρθηκι τῆς αὐτῆς ἐκκλησίας ἐξ ἀριστερῶν ἵσταται λάρναξ ἀπὸ λίθου ἑκατονταλίθου, ἐν ᾧ ἀπόκειται ἡ τοῦ Μαυρικίου γυνὴ μετὰ τῶν τέκνων αὐτῆς. ἐν δὲ τῇ καταφυγῇ τῆς αὐτῆς μονῆς ἐξ ἀριστερῶν πρὸς ἀνατολὴν ἵσταται λάρναξ ἀπὸ λίθου, ἐν ᾧ ἀπόκειται Μαυρίκιος ὁ βασιλεύς. ἰστέον, ὅτι ἐν τῇ μονῇ τῆς ἁγίας Τριάδος τῆς ἐπονομαζομένης τὰ Σταυρακίου, ἐν τῷ δεξιῷ μέρει τῆς αὐτῆς ἐκκλησίας, ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου, ἵσταται λάρναξ ἀπὸ λίθου λευκοῦ, ἐν ᾧ ἀπόκειται Σταυράκιος ὁ βασιλεὺς καὶ Θεοφανὼ ἡ αὐτοῦ γαμετή. ἰστέον, ὅτι ἐν τῇ μονῇ τῇ λεγομένῃ τῆς Κυρᾶς Εὐφροσύνης ἵσταται λάρναξ ἀπὸ λίθου Βυθινοῦ, ἐν ᾧ ἀπόκειται Κωνσταντῖνος ὁ υἱὸς Εἰρήνης ὁ τυφλωθεὶς, καὶ Μαρία ἡ γυνὴ αὐτοῦ, καὶ αἱ δύο θυγατέρες αὐτοῦ, Εὐφροσύνη ἡ γυνὴ Μιχαὴλ τοῦ Τραβλοῦ, καὶ Εἰρήνη ἡ ἀδελφὴ αὐτῆς, καὶ Ἄννα ἡ θυγάτηρ Θεοφίλου τοῦ βασιλέως. ἰστέον, ὅτι ἐν τῇ μονῇ τῇ λεγομένῃ τὰ Γαστρία εἰς τὸ πρὸς ἀνατολὴν δεξιὸν μέρος τῆς αὐτῆς ἐκκλησίας ἐν τῇ ἐκεῖσε σταταραίᾳ ἀπόκειται ἡ μακαρία Θεοδῶρα ἡ τοῦ Θεοφίλου γυνὴ καὶ αἱ τρεῖς θυγατέρες αὐτῆς, Θέκλα, Ἀναστασία καὶ Πουλχερία. ἐν δὲ τῷ εὐωνύμῳ μέρει τῆς αὐτῆς ἐκκλησίας, ἀπέναντι τῆς τοιαύτης σταταραί μέρει τῆς αὐτῆς ἐκκλησίας, ἀπέναντι τῆς τοιαύτης σταταραίας, ἵσταται λάρναξ ἀπὸ λίθου, ἐν ᾧ ἀπόκειται Πετρωνᾶς ὁ γεγονὼς δομέστικος τῶν σχολῶν ὁ ἀδελφὸς Θεοδώρας τῆς μακαρίας βασιλίδος. ἐν δὲ τῷ νάρθηκι τῆς αὐτῆς ἐκκλησίας ἐν 648 τῷ πρὸς ἀνατολὴν ἀριστερῷ μέρει τοῦ αὐτοῦ νάρθηκος ἵσταται λαρνάκιον μικρὸν ἀπὸ λίθου Προικονησίου, ἤτουν Πικριμαίου, ἐν ᾧ ἀπόκειται Θεοκτίστη ἡ μήτηρ Θεοδώρας τῆς μακαρίας βασιλίδος. ἰστέον, ὅτι πλησίον αὐτοῦ ἵσταται λαρνακίδιον ἀπὸ λίθου Σαγαρινοῦ, ἤτουν Πνευμονουσίου, ἐν ᾧ ἀπόκειται Εἰρήνη ἡ θυγάτηρ Βάρδα τοῦ καίσαρος. ἰστέον, ὅτι λαρνακίδιον μικρὸν σπιθαμιαῖον ἵσταται πλησίον αὐτῶν, εἰς ὃ ἀπόκειται τὸ τοῦ καίσαρος Βάρδα κατομάγουλον. ἰστέον, ὅτι ἐν τῇ μονῇ τῆς ἁγίας Εὐφημίας τῆς λεγομένης Εὐμόρφου ἐν τῷ πρὸς ἀνατολὴν ἀριστερῷ μέρει τῆς αὐτῆς ἐκκλησίας, ἐν τῇ ἐκεῖσε σταταραίᾳ ἀπόκειται Παγκαλὼ ἡ μήτηρ Βασιλείου τοῦ φιλοχρίστου δεσπότου. ἐν δὲ τῷ πρὸς ἀνατολὴν δεξιῷ μέρει τῆς αὐτῆς ἐκκλησίας, ἀπέναντι ταύτης τῆς σταταραίας ἐστὶν ἑτέρα σταταραία ἀπὸ λίθου πρασίνου Θετταλοῦ, ἐν ᾗ ἀπόκειται Μαριανὸς ὁ γεγονὼς δομέστικος τῶν σχολῶν, καὶ Συμβάτιος ὁ ἀδελφὸς αὐτοῦ, ἀμφότεροι ἀδελφοὶ Βασιλείου τοῦ φιλοχρίστου δεσπότου. ἰστέον, ὅτι ἐν τῷ δεξιῷ εὐκτηρίῳ τῆς αὐτῆς ἐκκλησίας τοῦ Προδρόμου ἐν τῷ πρὸς