71
ἀκλεῶς ᾕρουν. Καὶ μέγα τι ἀκονιτὶ ἐν στενῷ κατόρθωμα τότ' ἐπράττετο, ἐν ὀλίγῳ πόνῳ κέρδος νεανικόν. Τότε τοίνυν τὰ θαυμαστὰ καὶ μεγάλα οἱ στρατηγοὶ ἀπενεγκάμενοι λάφυρα, ἐφ' οἷς καὶ αὐτὸν δὴ τὸν τῆς Ἀχαΐας πρίγκιπα, ἐπ' ἀνατολὴν συνάμα καὶ τῷ περὶ αὐτοὺς στρατεύματι ἤλαυνον, κατοχυρώσαντες ὡς οἷόν τε πρότερον καὶ τοὺς κατὰ δύσιν τόπους, ὡς ἐπὶ πλεῖστον φυλάττοιντο. Ὡς γοῦν ἐπανῆκον μετὰ λαμπρῶν τῶν τροπαίων, κατειλήφει μὲν καὶ ἔτι ὁ Στρατηγόπουλος ἐν ἀκα ταστασίᾳ τὰ πράγματα, οὐκ ὀλίγα δὲ καὶ αὐτὸς τῷ Παλαιολόγῳ συναίρεται τῆς ὀρέξεως. Τὸν μέντοι γε πρίγκιπα κατὰ τὸ παρεστὸς μὲν τότε τῇ φυλακῇ ἐδίδοσαν· μετέπειτα δέ, ἁλούσης τῆς πόλεωςὡς ἂν καθ' εἱρμὸν καὶ ταῦτα ῥηθείη καὶ μὴ τὸ τῆς διηγήσεως συνεχὲς διακόπτοιτο, εἰ καὶ ξυνέπεσεν ὕστερον, τῆς γοῦν πόλεως ἁλούσης, ἐτοῖν παραδραμόντοιν δυοῖν, ὁ μὲν πρίγκιψ τὸν 123 σοβαρὸν αὐχένα κλίνει τῷ βασιλεῖ καὶ ἄρτι πρῶτον βλέπειν ἐκεῖνον ἄνακτα Ῥωμανίας ἔλεγεν, ἐπειλημμένον ὡς ἐχρῆν τοῦ θρόνου, καί γε ἑαυτὸν πείθειν καθυποκλίνεσθαι καὶ εἰς πόδας πίπτειν βασιλεῖ γε ὄντι τελείῳ· εἰ δὲ βούλοιτο, καὶ λύτρα διδόναι ὑπὲρ αὐτοῦ ὧν ἔχει τὰ κάλλιστα, ἅ, εἰ μή γε ἀνὰ χεῖρας ἡ πόλις ἔκειτο, οὐκ ἂν ἠξίωντο τοῖς Ῥωμαίοις τοῦ μηδενός· νῦν δὲ καὶ λαβεῖν ἀσμένως πιστεύειν καὶ ἔχοντας ἱκανῶς μεγαλύνεσθαι. Καὶ ὁ μὲν πρίγκιψ ταῦτα, ἀξιῶν καὶ δοῦλος ἐς ἀεὶ κεκλῆσθαι καί τι σημεῖον ἔχειν ἐκ βασιλείας τῆς δουλείας σύμβολον. Ὁ δέ γε βασιλεύς, ἀκούσας μὲν καὶ τὰ λύτρα καὶ διαγνοὺς ἱκανάπόλεις γὰρ ἐδίδου καὶ χώρας, ἀπόμοιραν ἑαυτοῦ ἐν Πελοπονήσῳ, ἱκανὰς εἰς δεσποτείας σέμνωμα μέγα, ἀποβλέψας δὲ καὶ πρὸς τὴν εἰσέπειτα τοῦ Λατίνου δουλείαν, ὡς ἐντεῦθεν καὶ μεγαλύνεσθαι τοὺς Ῥωμαίους καί γε κερδαίνειν, ἔγνω σπείσασθαι τὰ πρὸς τοῦτον. Ἐπὶ ῥητοῖς γοῦν ἐκβάλλει τοῦτόν τε τῆς φυλακῆς καὶ τῶν ἀμφ' αὐτὸν ὅσοι περιῆσαν ἐν φυλακαῖς προσταλαιπωρούμενοι, τιμᾷ δὲ καὶ δεξιοῦται τοῖς πρέπουσι καὶ οὕτως ἑαυτῷ οἰκειοῦται ὥστε καὶ ἀνάδοχον αὐτὸν καταστῆσαι παιδὸς ἰδίου ἐκ τοῦ ἁγίου βαπτίσματος κατά τινα πληροφορίαν μεγίστην· συνέθεντό τε μετὰ ταῦτα τοὺς ὅρκους φρικτούς, ὡς λέγουσί τινες, ὥστε καὶ φρύκτωρα ἀνάψαντας ἅμα τοῖς λεχθεῖσιν εἰς ὅρκους καὶ ἀρὰς τὰς παλαμναιοτάτας σβῆναι ποιῆσαι, ὃ δὴ καὶ εἰς ἀσφαλὲς τοῖς Ἰταλοῖς τῶν παρ' ἐκείνοις ἀφορισμῶν τελεῖται. Ἦσαν δὲ σφίσιν αἱ συνθεσίαι ἦ μὴν τὸν μὲν πρίγκιπα Ῥωμαίοις δοῦναι καὶ βασιλεῖ ἐξ αὐτῆς κατασχεῖν εἰς δεσποτείαν ἀναφαίρετον τὰ κατὰ Πελο πόνησον ταῦτα, Μονεμβασίαν, Μαΐνην, Ἱεράκιον, ΜυζηθρᾶνἈνάπλιον δὲ καὶ Ἄργος ἐν ἀμφιβόλοις ἐτίθεικαὶ ἅμα πᾶν τὸ περὶ τὴν Κινστέρναν θέμα, πολύ γε ὂν τὸ μῆκος καὶ πολλοῖς βρύον τοῖς ἀγαθοῖς, καί γε αὐτὸν ἐς ἀεὶ δοῦλον κεκλῆσθαι Ῥωμαίων καὶ βασιλέως καὶ ὀφφίκιον ἐντεῦθεν εἰς δου 125 λείας σημεῖον ἀποφερόμενον, τὸν δέ γε βασιλέα, σεμνύναντα τοῦτον τῷ τοῦ μεγάλου ἀξιώματι δομεστίκου, μετὰ τιμῆς ἀποστεῖλαι συνάμα τοῖς ἀμφ' αὐτόν, ὅσοι καὶ περιόντες ἦσαν. Καὶ δὴ ἐπὶ τούτοις γεγονυιῶν τῶν σπονδῶν, αὐτὸν μὲν ἀπέστελλε σὺν τιμαῖς πρεπούσαις, τοὺς δέ γε ληψομένους τὰ λύτρα προσεπεπόμφει. Καί γε ὁ πρίγκιψ τὰ ἴδια κατελάμβανε, πρίγκιψ Ἀχαΐας καὶ μέγας δομέστικος Ῥωμανίας ἐπιφημιζόμενος, καὶ ἅμα τῷ ἐπιστῆναι, μηδὲν μελλήσας, ἀπεδίδου τὰ λύτρα, ὡς προϋπέσχετο. Κἂν ἐνέμεινε καὶ ἐς τέλος ἐνσπόνδως ἔχων πρὸς Ῥωμαίους, τῷ τῆς Ῥωμαΐδος κλεϊζόμενος ὀφφικίῳ, εἰ μή γε ὁ πάπας ἀκούσας, παροξυνθεὶς καὶ ταῦτα πρὸς τοῦ ῥηγός, καὶ αὐτοῦ γε προσδραμόντος καὶ ἱκετεύσαντοςοὐ γὰρ εἰς συνοῖσον ἐδόκει οἱ τὸ διὰ τέλους σπένδεσθαι πρὸς Ῥωμαίους, τὰς συνθήκας ἐκείνας διέλυε καὶ τοὺς ὅρκους παρ' οὐδὲν ἐτίθει, ὡς ἐν φυλακῇ καὶ ἀφύκτοις δεσμοῖς καὶ μὴ ἑκουσίως, ὡς ἐχρῆν, πράττοντος. Ὅθεν καὶ εἰς τὸ μετέπειτα συνεχεῖς καὶ μεγάλοι σφίσι καὶ ἀμφοτέροις ἀνερρώγασι πόλεμοι. Καὶ ταῦτα μὲν ἐπράττετο τῇδε.
λβʹ. Ὅπως ὁ δεσπότης Μιχαὴλ νικᾷ Ῥωμαίους καὶ αἱρεῖ καίσαρα. Ὁ μέντοι γε δεσπότης Μιχαήλ, νῦν μὲν καὶ ἀπὸ τούτων κολουθεὶς τῆς δυνάμεωςπλείστῃ γὰρ