Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
ἐνταῦθα καὶ πῶς ἡ ἀμήρισσα ἡ τούτου ἐξαδέλφη ἐπανέστρεψεν εἰς τὴν πατρίδα αὑτῆς πρὸς τοὺς γονεῖς αὑτῆς ἐντίμως καὶ καλῶς. Ὡς δὲ ἤκουσα, ἐσυλλογισάμην κατὰ τὸν ἐμὸν σκοπὸν καὶ τὸ δοκοῦν μοι δηλοποιῆσαι τῷ κράτει σου, ὅτι τῶν δύο συνοικεσίων, περὶ ὧν ἐνθάδε ἐλήλυθα, συμφέρον τῇ βασι λείᾳ σου ἔσεται καὶ λίαν κρεῖττον καὶ ὠφέλιμον εἰς πάντα διὰ πολλὰς αἰτίας, εἰ ἀρεστόν ἐστι τῷ κράτει σου ποιῆσαι τρόπον καὶ ἀναβολήν, ἵνα λάβῃ τὴν εἰρημένην ἀμήρισσαν εἰς γυναῖκα. Τέσσαρα γὰρ μόνα εὑ ρίσκω αἰτία, δι' ὧν ἡ βασιλεία σου αἰτιωμένη οὐ πράξῃ τοῦτο, εἰ αὐτῇ δόξει· πρῶτον μὲν τὸ ἔλαττον τοῦ γένους, δεύτερον δὲ μήπως καὶ ἡ ἐκ κλησία διὰ τὴν συγγένειαν τὴν τοῦ γάμου ἱερολογίαν κωλύσῃ, τρίτον ὅτι ὁ ἀνὴρ αὐτῆς ἦν Τοῦρκος, τέταρτον ὅτι πεντηκονταετὴς οὖσα τῇ ἡλι κίᾳ, εἰ τύχῃ καὶ συλλήψηται ἐν γαστρί, ἐν τῷ μέλλειν τεκεῖν κινδυνεύσῃ, ὡς οἱ φυσικοὶ λέγουσιν, ὡς ἐπὶ τὸ πλεῖστον ἐπισυμβαίνει, ἐπεὶ ἦν στεῖ ρα μὴ τεκοῦσά ποτε. Τῶν τεσσάρων οὖν τούτων αἰτιῶν τὴν διάλυσιν λέ ξωμαι. Πρῶτον μὲν οὐδέν ἐστι παράδοξον, εἰ ταύτην λάβῃς εἰς γυναῖκα, ὅτι ἐλάττονος γένους οὐκ ἔστι τῆς κυρίας μου καὶ ἀοιδίμου σου μητρός. ∆εύτερον, εἰ καὶ τὸ συνοικέσιον μετὰ τῆς τοῦ Τραπεζοῦντος βασιλέως θυγατρὸς γένηται, ἕνεκεν τῆς συγγενείας ἐλπίζομεν συγχωρηθῆναι τοῦ το παρὰ τῆς ἐκκλησίας, εἰ εἰς πτωχούς, ὀρφανοὺς καὶ ἐκκλησίας χρή ματα δοθήσονται. Τοσοῦτον μᾶλλον εὐκοπωτέρως συγχωρηθήσεται καὶ τὸ τοῦ δεσπότου Σερβίας θυγατρός, λέγω τῆς εἰρημένης ἀμηρίσσας, διὰ τὰς τοσαύτας χάριτας καὶ εὐεργεσίας, ἃς ὀφείλωσιν αὐτοῖς καθ' ἑκάστην ἡ ἐκκλησία τε καὶ οἱ ἱερομόναχοι καὶ μοναχοὶ καὶ πᾶς ὁ τῆς ἐκκλησίας κλῆρος. Τρίτον οὐκ ἔσεται παράδοξον, εἰ Τοῦρκον ἔσχεν ἄνδρα, ἐπεὶ καὶ ἡ δέσποινα ἡ κυρία Εὐδοκία, ἣν ὁ πάππος σου ἔλαβεν εἰς γυναῖκα, ἄνδρα προέσχε Τοῦρκον καὶ μικροῦ καὶ ὀλίγου τόπου αὐθέντην καὶ παιδία μετ' ἐκείνου ἔτεκεν· αὕτη δὲ τοσούτου μεγάλου αὐθεντὸς καὶ ἀμηρᾶ γυνὴ οὖσα καί, ὡς ἀκούομεν, οὐκ ἐγνώρισεν αὐτήν, διὸ καὶ ἄτεκνός ἐστί. Περὶ δὲ κατὰ τὸ τέταρτον, εἰ καὶ ἐτῶν πλεόνων ὑπάρχει, ἐὰν συλλάβῃ γαστρί, τὸ τοῦ Κυρίου θέλημα γενήσηται, ἐπεὶ συμφέρον τῇ βασιλείᾳ σού ἐστι τὰ προειρημένα αἰτία, ἐὰν γένηται. Μᾶλλον καὶ οἱ γονεῖς αὐτῆς περιχαρῶς καὶ ἀσμένως δέξονται τοῦτο. Ἐξαπόστειλον εὐθύς τινα πιστὸν τῶν τοῦ 360 παλατίου σου ἀρχόντων ἢ τῶν ἱερομονάχων ἢ μοναχῶν καὶ τὰ περὶ τού του διορθώσωσι καὶ ἀναβολὴ οὐδεμία γενήσεται. Ἀποσωθέντων οὖν τῶν γραμματοκομιστῶν μετὰ τῆς νηὸς ἐν τῇ Πόλει τῇ κη-ῃ Μαΐου καὶ ὁ βασιλεὺς ὢν εἰς χοιράγραν, ὡς ἐμηνύθη αὐτῷ, ὅτι τινες ἐκ τῆς Ἰβερίας ἐληλύθασιν, ἐάσας τὸ συάγριον ἐν τοῖς ἀνακτό ροις ἦλθε μετὰ χαρᾶς. Ἐν ᾧ δὲ καιρῷ ἔφθασαν οἱ γραμματοκομισταὶ τῇ κη-ῃ τοῦ Μαΐου, τῇ αὐτῇ νυκτὶ ὑπνώττων ἐφάνη μοι κατ' ὄναρ, ὅτι καὶ ἐγὼ εἰς Κωνσταν τινούπολιν ἔφθασα, καὶ προσπεύσας τῷ βασιλεῖ ἀσπασθῆναι με τοὺς πό δας αὐτοῦ οὐκ εἴασέ με, ἀλλ' ἐπιλαβὼν ἀνέστησέ με καὶ κατεφίλησέ μου τοὺς ὀφθαλμούς. Ἔγωγε ἔξυπνος γενόμενος εἶπα τοῖς περὶ ἐμὲ ὑπνοῦσι τὸ ὅραμα καὶ ὅπως τῆς ἡμέρας μνημονεύσωσιν. Ἰδὼν οὖν ὁ αὐθέντης μου καὶ βασιλεὺς μὴ ἐλθεῖν με, ἀλλ' ἐκ τῶν σὺν ἐμοί, καὶ τὴν πρώτην γραφὴν ἀναγνώσας, περίλυπος ἐγένετο καὶ ἐδυ σφόρει, κατηγορῶν τὴν ἐμὴν βραδύτητα. Ὡς δὲ τὴν ἑτέραν γραφὴν ἐπὶ τὴν αὔριον ἀνέγνω καί, 20μαθὼν μέλλειν με ἐλθεῖν διὰ τῆς γραφῆσ, ἰδοὺ ἠρκέσθη καὶ χαρίεις ἐναπέμεινε. Καὶ εὐθὺς οἰκονομή σας Μανουὴλ τὸν Παλαιολόγον τὸν τῆς Καντακουζηνῆς τῆς πρωτοστρα τορίσσης ἀνεψιόν, ἐξαπέστειλεν αὐτὸν πρὸς τὸν τῆς Σερβίας δεσπότην, ἵνα δοκιμάσῃ καὶ ἴδῃ, περὶ οὗ ἐν τῇ ἐμῇ ἐπιστολῇ γέγραφα συνοικεσίου. Καὶ ἀκούσαντες οἱ γονεῖς ἡδέως καὶ ἀσμένως τὸν λόγον ἐδέξαντο καὶ ἑτοίμως εἶχον ἐκπληρῶσαι καὶ τὸ ἔργον. Ἄλλον γὰρ οὐκ ἐκώλυσε τὸ τοιοῦτον συνοικέσιον, εἰ μὴ ὅτι ἡ ἀμήρισσα ἐδεήθη τοῦ Θεοῦ εὐχο μένη, τάξασα ἔτι ζῶντος τοῦ ἀμηρᾶ καὶ ἀνδρὸς αὑτῆς, εἰ ὁ Θεὸς οἵῳ δή ποτε τρόπῳ ἐλευθερώσῃ αὐτὴν ἐκ τὰς τῶν ἀσεβῶν χεῖρας, ἑτέρῳ ἀν δρὶ μηκέτι ἐν τῇ ζωῇ