71
Ταπείνωσις οὖν ἐστι τῶν νοητῶν καὶ πονηρῶν ὀρέων καὶ βουνῶν ἡ τῆς σαρκός τε καὶ τῆς ψυχῆς πρὸς ἑαυτὰς τῶν κατὰ φύσιν δυνάμεων ἀποκατάστασις· καθ᾽ ἣν φυσικῶς ἰθυνόμενος τῷ πλούτῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως ὁ φιλόθεος νοῦς ὁμαλῶς διαπορεύεται τὸν αἰῶνα τοῦτον καὶ πρὸς τὸν ἀγήρω καὶ ἄφθαρτον προτροπάδην φέρεται κόσμον τῶν νοητῶν καὶ ἁγίων δυνάμεων, μήτε τοῖς ἑκουσίοις τῆς σαρκὸς πάθεσι διὰ τῆς πολυτρόπως σκολιευομένης πλανώμενος ἡδονῆς, μήτε τοῖς ἀκουσίοις πειρασμοῖς διὰ τῆς ὀδύνης τραχυνόμενος, τῇ περὶ τὴν σάρκα φειδοῖ τὴν ὁδὸν τῶν ἐντολῶν ὡς δύσβατον διὰ τὴν τραχύτητα τῶν πόνων τῆς σαρκὸς παραιτούμενος.
Ἰθύνεται μὲν οὖν τὰ σκολιά, ὅταν ὁ νοῦς, τὰ μέλη τοῦ σώματος τῶν παθῶν ἐλευθερώσας, ἤγουν τὰ αἰσθητήρια καὶ τὰ λοιπὰ τῆς καθ᾽ ἡδονὴν ἐκκόψας ἐνεργείας, κατὰ τὸν ἁπλοῦν τῆς φύσεως λόγον αὐτὰ κινεῖσθαι διδάξειεν, ἰθύνων πρὸς τὴν ἐφ᾽ ᾗ γεγόνασιν αἰτίαν. Αἱ δὲ τραχεῖαι, τουτέστιν αἱ τῶν ἀκουσίων πειρασμῶν ἐπιφοραί, ἔσονται εἰς ὁδοὺς λείας, ὅταν μάλιστα χαίρων καὶ εὐφραινόμενος ὁ νοῦς ἐν ἀσθενείαις εὐδοκῇ καὶ θλίψεσι καὶ ἀνάγκαις, διὰ τῶν ἀκουσίων πόνων τὴν ὅλην τῶν (14Β_300> ἑκουσίων παθῶν ἀφαιρούμενος δυναστείαν. Ὁ γὰρ τῆς ἀληθινῆς ἐφιέμενος ζωῆς, γνοὺς ὅτι πᾶς πόνος, εἴτε ἑκούσιος εἴτε ἀκούσιος, τῆς τοῦ θανάτου μητρὸς ἡδονῆς γίνεται θάνατος, πάσας τὰς τραχείας τῶν ἀκουσίων πειρασμῶν ἐπιφορὰς δέξεται μετ᾽ εὐφροσύνης, χαίρων διὰ τῆς ὑπομονῆς, ὁδοὺς εὐμαρεῖς τε καὶ λείας τὰς θλίψεις ποιούμενος καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἀπλανῶς παραπεμπούσας αὐτὸν εὐσεβῶς ἐν αὐταῖς τὸν θεῖον δρόμον ποιούμενον. Πᾶς τοιγαροῦν τὴν πολυέλικτόν τε καὶ πολύπλοκον ἡδονὴν καὶ πᾶσιν ὁμοῦ τοῖς αἰσθητηρίοις πολυτρόπως συμπεπλεγμένην τῇ ἐγκρατείᾳ διαλύσας τὰ σκολιὰ εἰς εὐθεῖαν ἐποίησεν. Καὶ ὁ τὴν δύσβατον καὶ τραχεῖαν τῶν πόνων ἐπιφορὰν δι᾽ ὑπομονῆς πατήσας τὰς τραχείας ἐποίησεν εἰς ὁδοὺς λείας. Ὅθεν, ὥσπερ ἔπαθλον ἀρετῆς καὶ τῶν ὑπὲρ αὐτῆς καμάτων, οἷα καλῶς τε καὶ νομίμως ἀθλήσας καὶ τὴν ἡδονὴν νικήσας τῷ πόθῳ τῆς ἀρετῆς καὶ τὴν ὀδύνην πατήσας τῷ τῆς γνώσεως ἔρωτι καὶ δι᾽ ἀμφοτέρων γενναίως τοὺς θείους διενέγκας ἀγῶνας, ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ. Καὶ ὄψεται γάρ φησιν πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· πᾶσα σάρξ, δηλονότι πιστή, κατὰ τὸ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, δηλαδὴ τὴν πιστεύσασαν. Οὐχ ἁπλῶς οὖν πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ, οὔτε γὰρ ἡ τῶν ἀσεβῶν σάρξ, εἴπερ ἀληθὴς ὁ ἀποφαινόμενος λόγος ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, ἀλλὰ προσδιωρισμένως πᾶσα πιστὴ σάρξ. Ἐκ μέρους δὲ τῆς σαρκὸς τὸν ὅλον ἄνθρωπον σημαίνει συνήθως ὁ γραφικὸς λόγος, οἱονεὶ βοῶν καὶ ὄψεται πᾶς ἄνθρωπος τὸ σωτήριον τοῦ Θεοῦ, πᾶς ἄνθρωπος ἀκούσας δηλαδὴ τῆς ἐν τῇ ἐρήμῳ βοώσης φωνῆς, καὶ κατὰ τὸν ἀποδοθέντα τῆς θεωρίας λόγον ἑτοιμάσας τὴν ὁδὸν Κυρίου, καὶ εὐθείας ποιήσας τὰς τρίβους αὐτοῦ, καὶ πληρώσας διὰ τῆς τῶν νοητῶν καὶ πονηρῶν ὀρέων καὶ βουνῶν καθαιρέσεως (14Β_302> τὴν διὰ τοῦ ἰδίου κοιλώματος παρασχομένην κατὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς τοῖς εἰρημένοις πονηροῖς ὄρεσι καὶ βουνοῖς τὸ ὕψος καὶ τὸ ἀνάστημα φάραγγα ψυχήν, καὶ τὴν ταύτης ἀναπλήρωσιν τῶν πονηρῶν δυνάμεων ταπείνωσιν ἐργαζόμενος, καὶ τὰ σκολιὰ τῶν ἑκουσίων παθῶν, ἤγουν τῆς ἡδονῆς τὰ κινήματα, διὰ τῆς ἐγκρατείας εὐθύνας, καὶ τὰς τραχείας τῶν ἀκουσίων πειρασμῶν συμφοράς, ἤγουν τοὺς τρόπους τῆς ὀδύνης, διὰ τῆς ὑπομονῆς ὁμαλίσας καὶ εἰς ὁδοὺς λείας καταστήσας· ὁ τοιοῦτος εἰκότως ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ, καθαρὸς τῇ καρδίᾳ γενόμενος· καθ᾽ ἣν διὰ τῶν ἀρετῶν καὶ τῶν εὐσεβῶν θεωρημάτων ὁρᾷ τὸν Θεὸν ἐπὶ τέλει τῶν ἄθλων, κατὰ τὸ μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, τῶν ὑπὲρ ἀρετῆς πόνων τῆς ἀπαθείας τὴν χάριν ἀντιλαβών, ἧς οὐδὲν πλέον τὸν Θεὸν ἐμφανίζει τοῖς ἔχουσι.