ἀπὸ Θεοῦ, ἀλλὰ κατὰ φύσεως εἰσὶ λογικά; -∆ιὰ δὲ τοῦ Θεοδοτίονος, πάλιν τὴν ἀνατολὴν [ἐν τῷ Θαβὼρ νόει]. Εστι δὲ ορος τῆς φυλῆς ̓Ισσάχαρ καὶ φυλῆς Νεφθαλεὶμ, οριον Ζα βουλών· κεῖται δὲ ἐν τῷ μεγάλῳ πεδίῳ πρὸς ἀνατολὰς τῆς Λεγεῶνος, ο καὶ ̓Εθαβύριον καλοῦσιν. Θαβὼρ δέ ἐστι τὸ ορος τῆς Γαλι λαίας, ἐφ' ου μετεμορφώθη ὁ Χριστός. ̔Ερ μωνιεὶμ δέ ἐστιν ορος ἐφ' ου κεῖται ἡ πό λις Ναῒν, ἐν ῃ ηγειρε τὸν τῆς χήρας υἱὸν ὁ Θεός. 88.14 Σὸς ὁ βραχίων μετὰ δυναστείας, κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. Σὸς ὁ βραχίων, τουτέστι τὸ δυνατὸν α παντα ἐνεργεῖν· τὸν γὰρ βραχίονα ἐπὶ τῆς ἐνεργείας τῆς δυναστείας, ἐπὶ τῆς δυνάμεως ελαβεν. Κραταιωθήτω ειπεν, οὐχ ινα λάβοι κράτος λέγει, ειχε γὰρ, ἀλλ' ινα φανερωθῇ πέρας τοῦ μυστηρίου τοῦ δύναμιν λαμβάνον τος, οπως αὐτὸς ὑπέσχετο· Οταν ὑψωθῶ, λέγει, πάντα ἑλκύσω πρὸς ἐμαυτόν. 88.15 ∆ικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ελεος καὶ ἀλήθεια προπο ρεύσονται πρὸ προσώπου σου. Ο αἰνίττεται, τοῦτό ἐστι, διὰ μὲν τῆς δικαιοσύνης καὶ τοῦ κρίματος τὸν δικαστι κὸν κεκοσμῆσθαι θρόνον· διὰ δὲ τοῦ ἐλέου καὶ τῆς ἀληθείας τοῦ Θεοῦ προοδεύειν, ὡς πρὸ πολλῶν γενεῶν τῆς ὑποσχέσεως γενομέ νης, η θρόνον πάντως τοῦ μέλλοντος, διό περ ἑτοιμασίαν ἐμνημόνευσεν· ἐντεῦθεν γὰρ ἀφ' ων ἡμεῖς βιοῦμεν, δικαιοσύνην καὶ κρίμα ἑτοιμάζει ἑαυτοῦ ὁ κριτὴς πρὸς τὴν ἑκάσ του κρίσιν ωδέ που μέλλουσαν· ἐπεὶ δικαιο σύνη ἑτοιμασία ἐστι τοῦ θρόνου τοῦ Θεοῦ, τὸ κατ' ἀξίαν ἑκάστου ἀπολήψεται, καὶ ἐπεὶ κρίμα οὐδὲν ἀκρίτως εσται, κρίματα δὲ α βυσσος πολλὴ, οτε τις προφθάσει τοῦ ἐλεεῖν παρανόμῳ, οὐ σύνεστι τῶν ἐλέων ἀλήθεια, διὰ οὐδὲ κυρίως ελεος ὁ τοιοῦτος. -∆ύνα ται δὲ ἐντεῦθεν ἡ τῶν ἀρετῶν ἀκολουθία δείκνυσθαι ἀντιστρεφόντως ἀλλήλοις, τοῦ τε ἐκλεκτικοῦ καὶ τοῦ ἀληθοῦς, τοῦτε δι καίου καὶ εἰρηνικοῦ. ̔Η δὲ συζυγία καὶ ἐν τῷ· Τὸ ελεός σου καὶ ἡ ἀλήθειά σου διὰ παν τὸς, καὶ ἐν τῷ· ̓Εξαπόστειλον τὸ φῶς σου καὶ ἀλήθειάν σου. - Τὸ αγιον ελεος τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐ σιώδη γνῶσιν δηλοῖ. 88.16 Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλα λαγμόν. Μακαρίζει ὁ λόγος τοὺς ἐν νίκαις οντας ἀεί. ̓Αλαλαγμὸς γὰρ φωνή ἐστιν ἐπινίκιος. Τοῦτο δέ φησιν· ἐπεὶ αὐτοὶ ᾐττηθέντες ἀν δραποδίσθησαν. 88.18 Οτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν ει σὺ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθή σεται τὸ κέρας ἡμῶν. Καύχημα τῆς δυνάμεως τῶν λεγόντων· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χρι στῷ ̓Ιησοῦ. ∆ιὸ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχυῒ αὐτοῦ, φθάνει μὲν γνῶσις ἀλα λαγμοῦ ἐπὶ λαὸν ολον, οὐκέτι δὲ καὶ τὰ πολλὰ τῶν μακαριζομένων, ὁποῖόν ἐστι καὶ ἡ τῆς καρδίας καθαρότης. ̓Αγαπητὸν γὰρ, εἰ καὶ ὀλίγοι τοιοῦτοι εὑρεθήσονται· πλὴν ἀλλ' ἐκλεκτέον, ειποτε καὶ ἐπ' αλλοις· λά βετε μακαρίζεσθαι, ειρηται. Ορα δὲ οσα τῷ μακαριζομένῳ ἐστὶ λαῷ τοῦ Θεοῦ· ἐν τῷ φωτὶ τοῦ προσώπου τοῦ Θεοῦ πορεύσονται, ὡς νῦν ἐν τῷ φωτὶ ἡλίου, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται ολην τὴν ἡμέραν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ὑψωθήσονται. -Κέ ρας τὸν νοῦν ὀνομάζει· ὑψοῦται δὲ νοῦς διὰ γνώσεως Θεοῦ. 88.20 Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ ειπας· ἐθέμην βοήθειαν ἐπὶ δυνατόν. Παρ' ἡμῖν δὲ ὁ λαλῶν ἐν ἀκοῇ, λαλεῖ ἐ κείνῳ πρὸς ον ὁ λόγος· ὁ δὲ Θεὸς ἐν ὁράσει τοῖς υἱοῖς τοῖς ἑαυτοῦ λαλεῖ· διὸ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν· τίθεται ουν ὁ Θεὸς βοή θειαν ἐπὶ δυνατὸν, μᾶλλον η [ἐπὶ] ἀσθενῆ, οτι καὶ, ει τις τέλειος [ειη] ἐπὶ υἱοῖς ἀνθρώ πων τῆς ἀπὸ τοῦ Θεοῦ σοφίας, ουτος, καὶ δυνάμεως ἀπούσης, εἰς οὐδὲν λογισθήσεται. Καὶ πάλιν· ̓Εὰν μὴ Κύριος οἰκοδομήσῃ πόλιν, εἰς μάταιον ἐπιπονοῦσι οἱ οἰκοδομοῦντες αὐτήν. 88.23 Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐ τόν. Εἰ οταν ἁμαρτάνωμεν, τοὺς ἐχθροὺς ἡμῶν ὠφελοῦμεν, ὁ Χριστὸς δὲ οὐχ ημαρτον, διὰ τοῦτο αρα τοὺς ἐχθροὺς αὐτοῦ οὐκ ὠφελήσει οὐδὲν, εἰ καὶ εἰρήκασι· ∆εῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοὶ κληρονομίαν αὐ τοῦ. ̓Αλλ' ην ἀνανόητος ἡ τοῦ Σατανᾶ καὶ τῶν