Τα πεινοῦταί τις ἀπαῤῥησίαστος ὢν ἐκ τῆς τῶν ἁμαρτη μάτων συναισθήσεως, καὶ κάμνει διὰ καρποὺς με τανοίας. 12.1273 Μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σὲ, κ. τ. ἑ. Ἡ ἐλπὶς οὐ καταισχύνει. Θυγάτηρ γάρ ἐστι δοκιμῆς, ἔκγονος δὲ ὑπομονῆς δοκιμή· ὑπομονὴ δὲ ἐκ θλίψεων γίνεται, ὧν πρόξενοι αἱ ἀρεταὶ αἷς ἕπε ται γνῶσις Θεοῦ. ΨΑΛΜΟΣ ΚΕʹ. Πύρωσον τοὺς νεφρούς μου, κ. τ. ἑ. Νεφροὶ μὲν σύμβολόν εἰσι τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς, τουτέστι θυμοῦ καὶ ἐπιθυμίας· καρδία δὲ τοῦ λογιστικοῦ. Ὅτι ὁ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου, κ. τ. ἑ. Ὁ νοῶν τὰ περὶ ἐλέους ταῦτα ἐρεῖ, μεμνημένος τῆς περὶ ἐλέους θεωρίας· Ὁ ἔλεός σου ὁ τεθεωρη μένος μοι, τῷ κατέναντι τῶν ὀφθαλμῶν μου εἶναι, συνεργεῖ πρὸς τὸ εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. Κατ' ἀλήθειαν γὰρ καὶ οὐκ ἐπιπλάστως εὐαρεστεῖν ποιεῖ τὸ τοῦ Θεοῦ ἔλεος. Σοφοῦ γὰρ καὶ θεωροῦντος τὴν ἀλήθειαν ἡ φωνή. Εἶτα τῆς εὐαρεστήσεως τὰ εἴδη διέξεισιν. Τοῦ αὐτοῦ. Εἰ ἡ ἀλήθειά ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὡς εἶπεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἐν δὲ τῇ ἀληθείᾳ εὐηρέστησε ∆αυῒδ τῷ Θεῷ, ἐν τῷ Θεῷ εὐ ηρέστει ἄρα ὁ ∆αυῒδ τῷ Θεῷ. ∆ιὰ τοῦτο, φησὶν, ἔσπευσα εὐαρεστεῖν τῇ ἀληθείᾳ σου, ἀντὶ τοῦ, σοί. Περιφραστι κῶς γὰρ τὴν ἀλήθειαν τοῦ Θεοῦ αὐτὸν καλεῖ τὸν Θεόν. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω, κ. τ. ἑ. Συνέδριον ματαιότητος πρε σβύτεροι αἱρετικοί· παρανομοῦντες λαϊκοὶ παράνομοι. Ἐκκλησία πονηρευομένων αἱρετικὴ σύνταξις, καὶ ἀσεβεῖς πρεσβύτεροι αἱρετικοί. Τούτοις, φησὶν, οὐ συνῆλθον, ἀλλ' οὐδὲ τοῖς τὸν θεῖον παραβαίνουσι νό μον συνεφυρόμην. Μάλιστα δὲ πάντων ἀπεστρεφόμην τοὺς τὸ θεῖον ἐνυβρίζοντας σέβας ἐν Ἐκκλησίᾳ δῆθεν συγκροτουμένους· καὶ πρὸς τούτοις τὴν τῶν εἰδωλολα τρούντων ἀσέβειαν, οἷς καὶ τὸ συγχρονίζειν ἡγούμην ἐπισφαλές. Τοῦ αὐτοῦ. Ταῦτα ῥητέον φιλίπποις καὶ αἱρε τικοῖς. Ταῦτα πάντα τέθεικε, βουλόμενος δεῖξαι, ὅτι οὐδὲ ταῖς ἑορταῖς τῶν εἰδώλων ἐκοινώνησέ ποτε, οὐδὲ τὰ λαμπρὰ τῶν ἀσεβῶν ἠγάπησεν, οὐδὲ ἐξέπληξεν αὐτὸν ὁ τῆς Βαβυλωνίας πλοῦτος, ἀλλ' ἦν αὐτῷ ἐν ἐπιτηδεύσει ἡ εὐσέβεια καὶ ἡ ταπεινοφροσύνη. Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, κ. τ. ἑ. Λογικὸν θυ σιαστήριον Θεοῦ ὁ νοῦς ἡμῶν ἐστιν, ἐφ' οὗ καίο μεν τῷ παρὰ τοῦ Πατρὸς εἰς τὴν γῆν βληθέντι πυρὶ πάντα λογισμὸν ἄλογον ἀποσκιρτῶντα τῆς ἀγέλης τοῦ δεσπότου. Ὅτε τοίνυν ἡ ψυχὴ οὐκ ἔξω νεύει, ἀλλὰ 12.1276 βλέπει πρὸς ἑαυτὴν καὶ τὸ ἴδιον κέντρον, κυκλοῖ τὸ θυσιαστήριον τοῦ Θεοῦ· μηδεμίαν γωνίαν ἐργαζομένη φθορᾶς δεκτικήν· «Τὴν γὰρ ἀφροσύνην γωνίαν παρ εδρεύειν» ὁ σοφός φησι Σολομών. Ἔστι δὲ θυσιαστή ριον σωμάτων θεωρία καὶ ἀσωμάτων, ἐν ᾗ καθαίρε ται νοῦς· ἣν ὁ κυκλώσας, τουτέστιν ἐγνωκὼς, διη γεῖται πάντα τὰ θαυμάσια τοῦ Θεοῦ. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν ἀνομίαι. Ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων, κ. τ. ἑ. Τὴν ψυχὴν ἀπαθῆ διεφύλαξα. Τοῦ αὐτοῦ. Ὡς δυναμένου καὶ δικαίου συναπο λέσθαι τοῖς ἀσεβέσι, ταῦτά φησι. Καὶ ὁ Ἀβραὰμ δὲ πρὸς τὸν Θεὸν, «Μὴ συναπολέσῃς,» φησὶ, «δίκαιον μετὰ ἀσεβοῦς; Καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής;» Χρη στέον δὲ τούτῳ τῷ ῥητῷ πρὸς εὐλαβεῖς ἄνδρας ἢ γυναῖκας, συζῶντας ἢ συζούσας κακοῖς. Τοῦ αὐτοῦ. «Ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.» Ἐπειδὴ εἰργάζοντο ἀνομίαν, διὰ τοῦτο τὴν δεξιὰν αὐτῶν ἐπλήρουν δώρων. ΨΑΛΜΟΣ Κʹ. Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φο βηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; κ. τ. ἑ. Ὁ ἀνδρεῖος ταῦτα ἐρεῖ καὶ γνώσει πεφωτισμένος, ὁποῖος ἦν ὁ λέγων· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Καὶ γὰρ εἰ ἀληθῶς ὁ Χριστὸς ὑπὲρ ἡμῶν, ἐξουδένω ται πᾶς ὁ καθ' ἡμῶν. Ἐὰν δὲ μὴ ἐκλάβωμεν τὸ, «ζωῆς μου,» ἐπὶ τοῦ εἰπόντος, «Ἐγώ εἰμι ἡ ζωὴ,» ἀλλ' ἐπὶ τῆς ἁπλούστερον νοουμένης, οὐκ ἔσται ὑπερ ασπιστὴς τῆς τῶν μαρτύρων ζωῆς ὁ