1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

71

κεφαλὰς αὐτῶν δέδωκα, λέγει Ἀδωναῒ Κύριος. Κακῶς γὰρ, φησὶ, καὶ παρανόμως ὁδεύσαν τες, ἀκόλουθον εὗρον τῆς οἰκείας ὁδοῦ τὸ τέλος· ἐν τεῦθεν ἔστι μαθεῖν οὐ μόνον τῆς θείας ἀγαθότητος τὴν ὑπερβολὴν, ἀλλὰ καὶ τὴν Ἰουδαίων ἀσέβειαν· ἐπὶ μὲν γὰρ Σοδόμων ὑπέσχετο, εἰ πέντε εὕροι δι καίους, πᾶσαν τὴν πόλιν ἀνέπαφον τῆς τιμωρίας φυλάξειν· ἐνταῦθα δὲ ἕνα ζητήσας οὐχ εὗρε. ∆ιὸ καὶ τοῖς δυσμενέσι παραδοὺς αὐτὴν ἀνάστατον γενέσθαι πεποίηκε· προσήκει τοίνυν ἡμᾶς, εἰδότας ὡς ὁ θεῖος ἔλεος τῇ κρίσει συνέζευκται "Ἔλεον γὰρ, φησὶ, καὶ κρίσιν ᾄσομαί σοι Κύριε", μὴ ἐπιμένειν τοῖς τῆς ἁμαρτίας ἐπιτηδεύμασιν, μηδὲ τῆς τοῦ Θεοῦ μακρο θυμίας καταφρονεῖν, μηδὲ θησαυρίζειν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρι σίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 81.1033

ΤΟΜΟΣ Θʹ. ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. αʹ-γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων· Υἱὲ ἀνθρώπου, δύο

γυναῖκες ἦσαν, θυ γατέρες μητρὸς μιᾶς. Καὶ ἐξεπόρνευσαν ἐν Αἰ γύπτῳ. Ἐν μὲν τοῖς ἡρμηνευμένοις ἅπαντα τὸν λαὸν μίαν ὠνόμασε πόρνην· εἷς γὰρ καὶ τὴν ἀρχὴν λαὸς ἐχρημάτισεν· ἐπειδὴ δὲ ἐπὶ τοῦ Ῥοβοὰμ ἡ διαίρεσις ἐγένετο, καὶ οἱ μὲν Ἐφραῒμ καὶ Ἰσραὴλ ὠνομάζοντο, οἱ δὲ Ἰούδας, εἰκότως καὶ τῷ παρα βολικῷ καὶ τροπικῷ εἴδει κατὰ διαίρεσιν κέχρηται· καλεῖ δὲ αὐτοὺς ἀπὸ τῶν μητροπόλεων, τὰς μὲν δέκα φυλὰς ἀπὸ Σαμαρείας, τὸν δὲ Ἰούδαν καὶ τὸν Βενια μὶν ἀπὸ τῆς Ἱερουσαλήμ· λέγει δὲ αὐτὰς μητρὸς μιᾶς, οὐ μόνον διὰ τὴν μίαν ῥίζαν τοῦ γένους, ἀλλ' ὅτι καὶ κατὰ τὴν ἀσέβειαν, μίαν ἔσχον μητέρα τὴν Αἴ γυπτον· καὶ γὰρ ἀνωτέρω τροπικῶς τὴν μὲν μητέρα αὐτῶν Χετταίαν, Ἀμοῤῥαῖον δὲ τὸν πατέρα προσ ηγόρευσεν. Αὗται τοίνυν, φησὶν, ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ· εἶτα καὶ τὸν χρόνον δηλοῖ. "Ἐν τῇ νεότητι αὐτῶν ἐπόρνευσαν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐ τῶν, καὶ ἐκεῖ διεπαρθενεύθησαν." Οἱ μὲν γὰρ πα τέρες αὐτῶν, Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἐνεὐσεβείᾳ διέλαμψαν, καὶ τοῦ Ἰακὼβ δὲ οἱ παῖδες διέμειναν εἰδωλολατρείας ἀμύητοι· οἱ δὲ ἐξ ἐκείνων φύντες ἐκ τῆς ἐν Αἰγύπτῳ διαγωγῆς μετέμαθον τὴν ἀσέβειαν· νεότητα δὲ αὐτῶν καλεῖ τῆς εἰς πλῆθος ἐπιδόσεως τὴν ἀρχήν· διαφθορὰν δὲ καὶ μαστῶν πτῶσιν, τῶν δυσσεβῶν δογμάτων τὴν μάθησιν. Καθά περ γὰρ ἀκολουθεῖ τῇ τῆς παρθενίας ἀφαιρέσει τῶν μαστῶν ἡ χαυνότης· οὕτω τῇ ἐκ Θεοῦ ἀποστάσει ἕπεται τοῦ ἐν ἡμῖν ἡγεμονικοῦ ἡ κατάπτωσις· τού του γὰρ οἱονεὶ καλύμματα καὶ προβλήματά εἰσιν οἱ μαστοί. Εἶτα ἐπειδὴ παραβολικῶς γυναῖκας αὐτὰς ὠνόμασε, καὶ ὀνόματα αὐταῖς ἐπιτίθησι γυναικῶν τινων Αἰγυπτίων, ἐπισήμων ἐν ἀκολασίᾳ γεγενημέ νων, φησὶ δέ· δʹ. Καὶ τὰ ὀνόματα αὐτῶν Ὀολλὰ ἡ πρεσβυ τέρα, καὶ Ὀολιβὰ νεωτέρα ἡ ἀδελφὴ αὐτῆς. Αἰνιγματωδῶς τὰ πρότερα εἰπὼν, ἐπὶ τὸ σαφέστερον ἤγαγε τὸν λόγον, καὶ τῶν ἑταιρῶν ἐκείνων γυναι κῶν ἐμνημόνευσε, τὴν κατηγορίαν αὔξων, αἴσθησιν αὐτοῖς τῆς ἀσεβείας διὰ τοῦ παραδείγματος ἐνθεῖναι βουλόμενος. Εἶτα τὴν εἰς αὐτοὺς παρ' αὐτοῦ γενο 81.1036 μένην εὐεργεσίαν διέξεισι. "Καὶ ἐγενοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν Σαμάρεια ἡ Ὀολλὰ, καὶ Ἱερουσαλὴμ ἡ Ὀολιβά." Συνάφειαν δὲ καὶ κοινωνίαν καλεῖ τὴν διὰ τοῦ νόμου γεγενημένην αὐτοῖς συμφωνίαν· ὁ μὲν γὰρ ἐνομο θέτει, οἱ δὲ ὡμολόγουν τὴν νομοθεσίαν φυλάττειν· τὸ δὲ, "ἔτεκόν μοι υἱοὺς καὶ θυγατέρας," δηλοῖ, ὅτι ὑπὸ τῷ νόμῳ τελοῦντες μετ' εὐσεβείας τέως τοὺς παῖδας ἀνέτρεφον. Μέχρι μὲν οὖν τούτων κοινὴν ἀμφοτέρων ἐποιεῖτο κατηγορίαν· ἐντεῦθεν δὲ λοι πὸν, τῆς τῶν φυλῶν διαιρέσεως γενομένης, πρώτην ποιεῖται τῆς Σαμαρείας κατηγορίαν, ἣν Ὀολλὰν ὠνόμασε· καὶ γὰρ προτέρα