De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
οὔ τί που. {Α.} Καὶ μάλα προθύμως· τὸ ἄναντες γὰρ οὐδέν. ∆έδωκεν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὸν ἴδιον Υἱόν; {Β.} Καὶ πάνυ. {Α.} Ἄμεινον δὲ δήπουθεν τὸ γεννηθὲν οὗπερ ἂν φιλο τεχνήσαιτό τις, παντί τῳ δόξειεν ἄν, εἴπερ ἐστὶ τὸ μὲν ἐξ ἡμῶν καὶ τῆς τοῦ τεκόντος ὑποστάσεως καρπός, τὸ δὲ τῆς ἀρίστης εὕρημα βουλῆς καὶ σοφίας ἔργον, οὐ βλαστὸς οὐσίας. {Β.} Τί οὖν τοῦτό γε; {Α.} Ἢ οὐκ ἐννοεῖς ὡς μεῖον μὲν ἄν τις ἀγάσαιτο τυχὸν τὴν ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρὸς προεμένου πρὸς λύτρωσιν τῆς ὅλης κτίσεως μέρος ὄντα κτίσεως τὸν Υἱόν, εἴπερ ἐστὶ γενητός, πλουσιώτερον δὲ κατατεθήποι ἂν καὶ σφόδρα εἰκότως τῆς τοῦ κόσμου ζωῆς ἀντάλλαγμα, καὶ αὐτὸν εἰ μάθοι δεδωκότα τὸν Υἱὸν καὶ ἀφειδήσαντα μὲν ἰδίου καρποῦ, κατά γε τὸ ἐν σαρκὶ γεγονότα καὶ ἐντεθνάναι δοκεῖν, δεδιψη κότα δὲ μᾶλλον τοῦ κόσμου τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; {Β.} Συνίημι. {Α.} Οἶμαι δὲ ἔγωγε-καὶ νεμεσάτω μηδεὶς ἀνακαιομένῳ πρὸς θράσος ἐκ φιλοθεΐας τῷ λόγῳ-ὡς οὐδ' ἂν ἀντάξιος 509 εἴη ἂν τῆς ὅλης κτίσεως ὁ Χριστός, οὐδ' ἂν ἔχοι διαρκῶς εἰς τὸ ἐκπρίασθαι καλῶς τὴν τοῦ κόσμου ζωήν, εἰ καὶ αὐτὴν κατάθοιτο καθάπερ ἐν τάξει τιμῆς τὴν ἰδίαν ψυχήν, πρόοιτό τε ὑπὲρ ἡμῶν τὸ τίμιον αἷμα, εἰ μὴ ἀληθῶς Υἱός ἐστι, καὶ ὡς ἐκ Θεοῦ Θεός, κτίσμα δὲ καὶ κτίσεως μέρος. {Β.} Εὖ λέγεις. {Α.} Προσθείην δ' ἂν ὅτι καὶ διασέσωσται κτίσις οὐδὲν τὸ σύμπαν λαβοῦσα παρὰ Θεοῦ καὶ τῆς ἄνωθεν συνεργείας οὐ δεδεημένη. Πῶς γὰρ ἢ πόθεν, εἴπερ αὐτὴ δι' ἑαυτῆς καὶ ἐξ ἑαυτῆς τὴν λύτρωσιν ἔχει, καὶ τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; ∆ιασέσωκε γάρ, ὥς φασι, τὴν σύμπασαν κτίσιν, μέρος ὢν κτίσεως ὁ Υἱός. Ἀνθ' ὅτου δὴ οὖν τὰς χαριστηρίους ᾠδὰς ἀνίεμεν τῷ Θεῷ; Τί δὲ οὐχὶ τοῦτο παρέντες ὡς περιττόν, ὑμνολογοῦμεν τὴν κτίσιν, πρόσιμεν δὲ μᾶλλον ἐκλιπαροῦντες καὶ λέγοντες, περὶ τοῦ πάντων ∆εσπότου Θεοῦ· "Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλαν θάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου." Ἀλλ' ἐκεῖνο μὲν δρῶντες, καὶ φρενὸς ἀναμφιλόγως τῆς ἀρίστης ἐξεώσμεθα καὶ Θεῷ προσκρούσομεν· ἀνάπτοντες δὲ μᾶλλον αὐτῷ τὰς ἐπὶ τῷδε δοξολογίας, σοφοί τε καὶ ἀληθεῖς ἐσόμεθα προσκυνηταί. Πῶς οὖν ἔτι ποίημα μεθ' ἡμῶν ὁ εἷς καὶ πάντων ἀντάξιος, ὡς Θεὸς ἐκ Θεοῦ καὶ Υἱὸς ἀληθῶς; Ἦ οὐχ ὧδε ἔχει; {Β.} Πῶς γὰρ οὔ; {Α.} Φέρε δή, εἴ τοι δοκεῖ, καὶ τόδε δὴ τούτοις προστι θέντες, λέγωμεν ὅτι τὰ πρός τι πῶς ἔχοντα τῶν ὀνομάτων αὐτὰ δι' ἀμφοῖν σημαίνεται, τὴν ἀλλήλων ἑκάτερα συνωδί νοντα γνῶσιν. Ὥστε δὴ ῥᾷον, εἴ γέ τις μάθοι τὸ δεξίον, εἰδείη που πάντως ἂν δι' αὐτοῦ τὸ εὐώνυμον, καὶ μὴν ὅτι καὶ τὸ ἔμπαλιν ἀληθές, συνερεῖ πᾶς ὁστισοῦν. Ὄνομα τοίνυν τῶν πρός τί ἐστι τὸ Πατήρ, ἰσοτρόπως δὲ τούτῳ καὶ τὸ Υἱός. Ποῖ δὴ οὖν ἄρα καὶ πρὸς ὅ τι βλέπουσαν ταυτὶ ποιή σεται τὴν ἀναφοράν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν, καὶ τὸν αὐτοῖς πρέποντα λόγον διεξοίχοιτο ἂν οὐδαμῶς; {Β.} Καὶ τίνι τοῦτο ἀσυμφανές; Πατὴρ γὰρ ὡς πρὸς υἱόν, καὶ μὴν καὶ υἱὸς ὡς πρὸς πατέρα νοοῖτ' ἂν καὶ λέγοιτο. {Α.} Εἶτα τί μαθόντες οἱ διεστραμμένοι καὶ παράκοποι τὸν νοῦν, Πατέρα μὲν ἡμῖν ὀνομάζουσι τὸν Θεόν, ποίημα δὲ εἶναι διατείνονται τὸν Υἱόν; Ἢ οὐκ ἀμαθὲς καὶ ἀνάρ μοστον κομιδῇ, Πατρὶ μὲν τὸ ποιηθέν, Πατέρα δὲ αὖ τῷ 510 πεποιημένῳ συντετάχθαι λέγειν κατά γε τὸν τοῦ πρός τι λόγον; {Β.} Κομιδῇ μὲν οὖν, ἵνα μὴ καὶ αὐτὸν ποίημα λέγωμεν τὸν Πατέρα, σχέσιν ἤδη λαχόντα φυσικὴν τὴν πρός τι τῶν ποιημάτων, ὅσον ἧκεν εἰς λογισμούς. {Α.} Οὐκοῦν ἀκουόντων καὶ αὐτοῦ βοῶντος Χριστοῦ· "Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε." Ἐρομένοις δὲ τῆς ἐπιπλή ξεως τὴν αἰτίαν, ἀποκρινεῖται λέγων· "Ὁ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱόν· καὶ ὁ τὸν Υἱὸν ἀρνούμενος, οὐδὲ τὸν Πατέρα ἔχει." Καὶ εἰκότως γε σφόδρα καὶ ἀληθῶς. Εἰ γὰρ μὴ ἔστι Πατήρ, ὅτι φύσει γεγέννηκεν, οὐδὲ τὸν Υἱὸν ὑφεστάναι δοίη τις ἄν. Υἱὸς γάρ, ὅτι γεγέννηται· καὶ εἰ μή ἐστιν Υἱὸς ὡς γεγεννημένος, οὐδὲ Πατὴρ εἴη ἂν κατά γε τὸν τοῖς νοήμασιν ἐμπρεπῆ τε καὶ ἑπόμενον λογισμόν. Πατὴρ μὲν ὅτι γεγέννηκεν.