72
Καθ᾽ ὃ τυχὸν τοῖς τὰ ὑψηλότερα ζητοῦσι τῶν θεωρημάτων καὶ ἄλλως πάρεστιν ὁρᾶν, ὡς ἐν ἐρήμῳ, τῇ ἐστερημένῃ παθῶν ψυχῇ τὴν διὰ τῶν ἀρετῶν φωνὴν τῆς ἀφανῶς βοώσης θείας σοφίας καὶ γνώσεως, ἐπειδὴ πάντα κατὰ τὴν ἀναλογίαν ἑκάστου πᾶσιν ὁ εἷς καὶ ὁ αὐτὸς γίνεται λόγος, χωρῶν δι᾽ ἑκάστου καὶ ὡς πρόδρομον φωνὴν τὴν προκατασκευάζουσαν ἕκαστον πρὸς τὴν αὐτοῦ παρουσίαν προδωρούμενος χάριν, ἐν μὲν τοῖς γινομένην μετάνοιαν ὡς μελλούσης δικαιοσύνης πρόδρομον, ἐν δὲ τοῖς ἀρετὴν ὡς προσδοκωμένης γνώσεως προκαταρτισμόν, ἐν ἄλλοις δὲ γνῶσιν ὡς τῆς παρεσομένης θεωτικῆς ἕξεως χαρακτῆρα. Καὶ ἁπλῶς ἐπιλείψει τὸν θεωρητικὸν νοῦν ὁ χρόνος τὰς θείας ἀναβάσεις τοῦ λόγου γνωστικῶς ποιούμενον καὶ τὰς αὐτοῦ πρὸς ἕκαστον ὑπερφυεῖς ἁρμόζοντα καὶ φιλανθρώπους ἐπινοίας, καθ᾽ ἃς πάντα γίνεται πᾶσιν, ἵνα πάντας σώσῃ διὰ τὸν πλοῦτον τῆς αὐτοῦ χρηστότητος.
(14Β_304> ΣΧΟΛΙΑ 1. Ὁ τήν γνῶσιν ἐστεατωμένην ταῖς ἀρεταῖς, τουτέστιν ἔμπρακτον, μετιών,
οὗτος γέγονεν Ἄβελ, ἔχων τόν Θεόν ἐπ᾿ αὐτόν, καί ἐπί τοῖς δώροις αὐτοῦ ἐπιβλέποντα.
2. Ὁ γνούς καί ἀληθῶς ἐλπίσας τά μέλλοντα, τῆς κατά τήν πρᾶξιν, ὑπέρ ὧν ἤλπισεν, ἐπικλήσεως οὐδέποτε παύεται· καί γίνεται νέος Ἐνώς, τόν Θεόν ἐπικαλούμενος.
3. Ὁ διά πράξεως εὐαρεστήσας τῷ Θεῷ, διά θεωρίας πρός τήν τῶν νοητῶν χώραν, τόν νοῦν δηλαδή μετατίθησιν, ἵνα μή διά φαντασίας τινός τόν ἐν τοῖς πάθεσι κατά τήν αἴσθησιν θεάσηται θάνατον, ὡς ὑπὸ μηδενός τῶν ἑλεῖν βουλομένων παντελῶς εὑρισκόμενος.
4. Ὁ διά τήν μέλλουσαν ὀργήν, φησίν, τήν διά τῆς κακουχίας μετελθών ἀγωγήν, γέγονε Νῶε, τῇ μικρᾷ τῆς σαρκός στενοχωρίᾳ τήν μέλλουσαν τῶν ἀσεβῶν φεύγων κατάκρισιν.
5. Γῆν λέγει τήν σάρκα· συγγένειαν, τάς αἰσθήσεις· οἶκον πατρός, τόν αἰσθητόν κόσμον, ἀφ᾿ ὧν ὁ πατριάρχης ἐκβέβηκεν, τήν πρός αὐτά σχέσιν τῆς ψυχῆς ἀποθέμενος.
6. Μόνος ὁ Ἰσαάκ γέγραπται μή μεταβάς τῆς γῆς τῆς ἐπαγγελίας· τοῦ πατρός αὐτοῦ Ἀβραάμ, καί τοῦ υἱοῦ αὐτοῦ Ἰακώβ, τοῦ μέν ἐξελθόντος ἐκ Μεσοποταμίας, καί εἰσελθόντος εἰς Αἴγυπτον· τοῦ δέ διωχθέντος εἰς Μεσοποταμίαν, καί μετά ταῦτα παροικήσαντος εἰς Αἴγυπτον, ἐν ᾗ καί τέθνηκεν.
7. Τάς γυναῖκας εἰς τάς ἕξεις τῆς ἀρετῆς τε καί τῆς γνώσεως· τάς δέ παιδίσκας εἰς τάς τούτων ἐνεργείας ἔλαβεν· ἀφ᾿ ὧν γεννᾷ καθάπερ υἱούς, τούς ἐν φύσει καί χρόνῳ λόγους.
8. Ὥσπερ γίνεται φάραγξ ἡ σάρξ, ταῖς τῶν παθῶν βαλλομένη φοραῖς· οὕτω, φησίν, καί ἡ ψυχή γίνεται φάραγξ τοῖς τῶν πονηρῶν λογισμῶν ῥεύμασι κοιλαινομένη.
9. Ἡ τῶν παρά φύσιν ἀποβολή παθῶν, καί ἡ τῶν κατά φύσιν ἀρετῶν ἐπιβολή, τήν φαραγγωθεῖσαν ψυχήν ἀναπληροῖ, καί τήν ὀρινομένην τῶν πονηρῶν πνευμάτων ταπεινοῖ δυναστείαν.
(14Β_306> 10. Σκολιά κέκληκεν τά παρά φύσιν τῶν αἰσθήσεων κινήματα, ἰθυνόμενα ὅταν ὁ νοῦς αὐτά πρός τήν ἰδίαν αἰτίαν· λέγω δέ τόν Θεόν, κατά φύσιν κινεῖσθαι διδάξειεν.
11. Τάς τραχείας κέκληκεν, τάς τῶν ἀκουσίων πειρασμῶν συμβάσεις, εἰς ὁδούς λείας διά τῆς κατά τήν εὐχαριστίαν ὑπομονῆς μεταπιπτούσας.