̓Ιουδαίων σκέψις, καὶ εἰς απρακτον ἐκ βέβηκεν αὐτοῖς τὸ ἐγχείρημα· ἀνεβιῶν γὰρ ὁ σωτὴρ τριήμερος, πατήσας τὸν θάνατον, καὶ ἐσκύλευσεν τὸν ᾳδη. 88.25 Καὶ τὸ ελεός μου μετ' αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τὸ ελεός μου μετ' αὐτοῦ, ινα κατὰ τὸ θέλημά μου ἐλεῇ. 88.26 Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. ∆ώσω δὲ αὐτῷ κατὰ θάλασσαν καὶ κατ' η πειρον κράτος· διὰ γὰρ τῶν ποταμῶν τὴν ηπειρον παρεδήλωσεν. - Η περὶ τοῦ Εὐ φράτου λέγει ποταμοῦ. Ταῦτα γὰρ κατὰ καιροὺς φαίνονται οἰκήσαντες τὰ μέρη δια φόρως ̓Ισραηλῖται. Η θάλασσαν, ὡς προει- ρήκαμεν, τὴν ἐν δυσμαῖς χώραν φησι, πο ταμὸν καὶ τὴν μέσην τῶν ποταμῶν, ητοι τὴν ἀνατολήν· φησὶν ουν οτι εἰς πᾶσαν τὴν οἰ κουμένην ἡ δι' αὐτοῦ παρουσία ἐκτεθήσεται. -Τὴν μὲν ἑτέραν παρὰ τὴν δεξιὰν χεῖρα ἐν θαλάσσῃ, τὴν δὲ δεξιὰν ἐν ποταμοῖς· ποτα μοὺς δὲ λέγει περὶ ων ειρηται· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσονται υδατος ἁλλο μένου εἰς ζωὴν αἰώνιον. 88.34 Τὸ δὲ ελεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. ̓Αδικεῖ τὴν κληρονομίαν ὁ ἁρπάζων τοὺς κληρονόμους, καὶ ἁρπάζει τὴν γνῶσιν ὁ ποι ῶν ἀκαθάρτους τοὺς πεφυκότας γινώσκειν αὐτήν. Ταῦτα δὲ πάντα ὁ Κύριος εἰς ἑαυτὸν ἀναδέχεται, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος· αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ηρεν, καὶ τὰς νόσους ἐ βάστασεν. 88.36 Απαξ ωμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αυὶδ ψεύσομαι. Ορκος τοῦ Θεοῦ ἡ παρ' αὐτοῦ ὑπόσχεσις, ἀπαράβατος λέγεται, ὡς καὶ τό· Ωμοσα ἐν τῇ ὀργῇ μου. 88.40 ̓Εβεβήλωσας εἰς γῆν τὸ ἁγίασμα αὐτοῦ. ̔Αγίασμα τοῦ Θεοῦ αἱ λογικαὶ ψυχαί. 88.43 Υψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν. Μόνος ἐν τῇ γνώσει τοῦ Πατρὸς ὑψοῦται Χριστός. 88.45 Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν. Ελυσας τὰ πικρὰ τῆς δουλείας δεσμὰ, καὶ τὴν ἐλευθερίαν ἐδωρήσω τοῖς αἰχμαλώ τοις, τὰ πεπλημμελημένα παριδεῖν ἐθέλη σας. Οτι δὲ καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις αἰχμάλωτος ην, καὶ παρὰ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν τὴν ἐλευθερίαν ἐδείξατο, μάρτυς αὐτὸς ὁ διὰ ̔Ησαίου βοῶν· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, ου εινεκεν εχρισέ με, καὶ τὰ ἑξῆς. Ταύτην γὰρ ἐν τῇ συναγωγῇ τὴν προ φητείαν ἀναγνοὺς ὁ δεσπότης, εφη πρὸς ̓Ιουδαίους· Σήμερον ἡ γραφὴ αὐτὴ πεπλή ρωται ἐν τοῖς ωσιν ὑμῶν· ελυσας τὴν καθ' ἡ μῶν ἀγανάκτησιν, καὶ τὰς εὐμενείας ἐδίδα ξας. ̓Εντεῦθεν ἱκεσίαν ἀναπέμπει ἐκ προσώ που τοῦ λαοῦ τῶν ̓Ιουδαίων, ἀξιούντων καὶ αὐτοὺς τυχεῖν τῆς χάριτος. ̓Εοίκασι καὶ ου τοι κἀκεῖνοι τὰ μὲν εὐαγγέλια τῆς ἐλευθε ρίας δεδέχθαι· μηδέπω δὲ ταύτης τετυχη κέναι· ου δὴ χάριν ἀντιβολοῦσι τελείως τυ χεῖν τῆς φιλανθρωπίας, οτι ισμεν σου, δέσ ποτα, τὸ φιλάνθρωπον· ἐπεποίθαμεν οτι σὺ καὶ τὴν ἐπάνοδον παρέξεις, καὶ τὴν ζωήν· ἡμεῖς δὲ τούτων ἀπολαύσαντες, κατ' εὐδρο σύνην σοι τὸν υμνον προσοίσομεν. 88.46 ̓Εσμίκρυνας τὰς ἡμέρας τοῦ χρό νου αὐτοῦ. ∆εῖ πρότερον ἡμᾶς γενέσθαι ὡς τὰς ἡμέ ρας τοῦ οὐρανοῦ, τουτέστιν ὁμοίους ταῖς ἁ γίαις δυνάμεσιν, επειτα δὲ καὶ αὐτῷ παρεμ φέρειν τῷ τῆς δικαιοσύνης ἡλίῳ. ∆εῖ γὰρ πάντως τὴν εὐχὴν τοῦ δεσπότου πληρῶσαι· ̓Ιησοῦς γάρ ἐστιν ὁ προσευξάμενος· ∆ὸς αὐ τοῖς, φησὶν, ινα καὶ αὐτοὶ ἐν ἡμῖν εν ωσι, καθὼς καὶ εν ἐσμεν. Ουτω γὰρ ἐσόμεθα, μὴ αυξησιν καὶ μείωσιν κατὰ τὴν γνῶσιν λαμ βάνοντες. 88.51-53 Μνήσθητι, Κύριε, τοῦ ὀνειδισ μοῦ τῶν δούλων σου, ου ὑπέσχου ἐν τῷ κόλ πῳ μου πολλῶν ἐθνῶν. Ου ὠνείδισαν οἱ ἐχ θροί σου, Κύριε, ου ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. Γένοιτο! Γένοιτο! Κόλπον, τὸ ἀκόρεστον ειπομεν σημαίνειν πολλάκις. Τοῦτο ουν λέγει· πολλῶν εἰμι, φησὶν, ὀνειδισμῶν ὑποδοχεὺς, καὶ τοσούτων ἀναποβλήτων, σχεδὸν ἡνουμένων, παρὰ τῶν ἐχθρῶν, μνησθεὶς ουν τούτων, καὶ οτι τὸ ἀν τάλλαγμα τοῦ Χριστοῦ σου ὠνείδισαν, ητοι τὰ ιχνη· ουτως γὰρ ὁ Σύμμαχος καὶ ὁ Θεο δοτίων ἡρμήνευσαν, οτι ιχνη τοῦ Χριστοῦ σου τυγχάνουσιν οἱ νῦν βασιλεῖς. Καὶ οτι ἀν τάλλαγμα, παῦσον ηδη,