Κύριος. Καὶ ὁ Παῦλος δὲ λέγων, «Ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν,» τὴν θεῖαν ἔλεγε ζωήν. ∆ειλίαν δὲ οὐ πείσεται ὁ ταῦτα λέγων ἐκ διαθέσεως. «Τοῖς» γὰρ «δειλοῖς,» κατὰ τὸν Κύριον, «τὸ μέρος ἐν τῇ λίμνῃ τοῦ πυρός.» Προσ κόπτει δὲ ψυχὴ τυφλώττουσα, καὶ πάντα φοβεῖται, καὶ τὴν εἰς Θεὸν ὁμολογίαν ἀρνήσεται· ὑπὸ Θεοῦ δὲ φωτισθεῖσα, πρῶτον μὲν τὸν πρόμαχον αὐτῆς καὶ Σωτῆρά ἐστι θεωροῦσα, μετὰ δὲ ταῦτα τῶν αὐτῆς πολεμίων καταθαῤῥεῖ, εἴτε Θεὸν ἀγνοούντων ἀνθρώ πων, εἴτε δυνάμεων ἀοράτων, ὡς αὐτὸν ἔχουσα τὸν Υἱὸν βοηθόν· ἐν γὰρ τούτῳ τῷ Ἑβραϊκῷ τὸ, «σωτήρ μου,» ὄνομα γέγραπται τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι' ὧν ἄν τις τοῖς Ἑβραϊκοῖς χαρακτῆρσι γράψῃ τὸν Ἰησοῦν. Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου· οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν, κ. τ. ἑ. Ὅτε πει ραζόμενοι ἐγγίζουσιν ἐφ' ἡμᾶς κακοῦντες, φαγεῖν 12.1277 θέλοντες τὴν μὴ δυναμένην κληρονομῆσαι Θεοῦ βασι λείαν σάρκα, καὶ τραφῆναι ἀφ' ὧν ἁμαρτάνοντες ποιοῦμεν ἔργων σαρκὸς ἑτέρας οὔσης παρὰ τὴν ὀψο μένην σάρκα τὸ σωτήριον τοῦ Θεοῦ· καὶ ὅτε ἐγγί ζουσι τοῦ δικαίου κακοῦντες, τότε πρῶτον ἀσθενοῦ σιν, εἶτα πίπτουσιν, αὐτῆς τῆς ἁφῆς ἧς ἅπτονται τοῦ δικαίου, κολαζούσης αὐτοὺς, καὶ ἀσθενεῖν καὶ πίπτειν ποιούσης αὐτούς. Τοῦ αὐτοῦ. Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ σάρ κας ἐσθίομεν, («Ὁ τρώγων» γάρ «μου,» φησὶ, «τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα·») τὰς δὲ ἡμε τέρας οἱ δαίμονες· μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες· λέγεται γὰρ τὸ «φαγεῖν» καὶ ἐπὶ τοῦ «διαφθείρειν.» -»Ἐὰν» γὰρ «θέλητε,» φησὶν, «καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ἐνταῦθα γὰρ τὸ, «κατέδεται,» ἀντὶ τοῦ, «διαφθείρει,» κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν. Ἢ τὰς σάρκας ἡμῶν λέγον ται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς,» ὁ ἱερὸς Ἀπόστολός φησιν, «ἅτινά ἐστι μοιχεῖαι, πορ νεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι,» καὶ τὰ ἑξῆς. Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φο βηθήσεται ἡ καρδία μου, κ. τ. ἑ. Ἡ παρεμβολὴ τοιαύτη ἐστὶν, ὁποῖος ὁ ἐν τάφοις οἰκῶν λεγεών. Καὶ τάχα φῶς ἐστιν ἡ τῶν ἐναντίων παρεμβολή. Ἡ καρ δία δὲ, τουτέστι τὸ ἡγεμονικὸν, οὐ φοβηθήσεται· ἐπεὶ τὸ φρόνημα αὐτῆς ἔχθρα ἐστὶν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης. «Ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος,» καὶ τὰ ἑξῆς. Κατὰ τοῦτο δέδοται ἀνακλήτως ἐλπίζειν ἐν τῇ καρδίᾳ. Τοῦ αὐτοῦ. Ὁ μὲν πρακτικὸς διὰ τῶν ἀρε τῶν πολεμείτω τοῖς ἀλλοφύλοις· ὁ δὲ θεωρητικὸς τοῖς ἀληθέσι δόγμασι καθαιρεῖ τὸ πᾶν ὕψωμα κατὰ τῆς τοῦ Θεοῦ γνώσεως ἐπαιρόμενον. Καρδίαν δὲ τὸ ἡγε μονικὸν λέγει, ὅπερ οὐ φοβηθήσεται. Τάχα γὰρ ἡ ἀσθενήσασα σὰρξ φοβηθήσεται, ἐπεὶ τὸ φρόνημα αὐτῆς ἐχθρόν ἐστιν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης. Τοῦ αὐτοῦ. Ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Ἐν τῇ καρδίᾳ. Ἐφωτίσθη γὰρ ἐν ταύτῃ τῇ βοηθείᾳ ἧς πεῖραν ἔλαβον, ὅθεν οὐδὲ ἄλ λην πλείονα παράταξιν δέδοικα, σκεπούσης με τῆς τοιαύτης βοηθείας. Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζη τήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ· ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκη νῆς αὐτοῦ· ἐν πέτρᾳ ὕψωσέ με. Μεμαθήκαμεν 12.1280 οἶκον Κυρίου λέγεσθαι τὴν Ἐκκλησίαν Θεοῦ ζῶντος, ἐκ λίθων ζώντων. Οὔσης δὲ καὶ χρηστότητος, οὔσης δὲ καὶ ἀποτομίας Θεοῦ, οἱ μὲν κατοικοῦντες ἐν οἴκῳ Κυρίου ὄψονται τὴν ἐν τῇ χρηστότητι τοῦ Θεοῦ τερ πνότητα· οἱ δὲ ἔξω τοῦ οἴκου τυγχάνοντες τῆς ἀποτο μίας αὐτοῦ πεῖραν λήψονται. Εἰ διαφέρει δὲ ναὸς Κυρίου καὶ οἶκος Κυρίου ἐπιστήσεις, καὶ εἰ οἶκος μὲν ἡ Ἐκκλησία ἀναλόγως Λευΐταις καὶ ἱερεῦσι. Πρῶ τον ἐν τῇ σκηνῇ τοῦ Θεοῦ κρύπτεταί τις ἐν ἡμέρᾳ κακῶν ἀπὸ Κυρίου, εἶτα σκεπάζεται ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, καὶ