1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

72

ἑξήκοντα δύο ἑβδομάδας προτέρας τέταχε, καὶ μετὰ ταύτας τὰς ἑπτὰ, ἐν αἷς, φησὶν, ἐξολοθρευθήσεται χρί σμα, τουτέστιν, ἡ τοῖς ἀρχιερεῦσιν ἐπανθοῦσα χά ρις. Καὶ ἐπειδὴ καὶ οἱ παρανόμως προχειριζόμενοι ἀρχιερεῖς ὠνομάζοντο, εἰκότως ἐπήγαγε· "Καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ." Εἰ γὰρ καὶ χρίονται, φησὶν, ἀλλ' οὐ κατὰ λόγον χρίονται, παρανόμως δὲ τοῦτο ποιεῖν τολμῶσι. Καὶ ἀνωτέρω δὲ δῆλον πεποίη κεν, ὡς τὰς ἑπτὰ ἑβδομάδας τελευταίας τέταχεν· "Ἕως γὰρ Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο." Ἕως γὰρ τοῦ ἡγου μένου Χριστοῦ τὰς ἑπτὰ πολλαπλασιαζούσας ἑβδο μάδας παρ' αὐτὴν αὑτοῦ τὴν μνήμην τέθεικεν, ἵνα γνῶμεν ὡς ἀπὸ τοῦ Χριστοῦ καὶ ἐπὶ τὰ ἄνω ἀρι θμεῖν βουλόμενοι, τὰς ἑπτὰ πρότερον ἑβδομάδας εὑ ρήσομεν, καὶ τότε τὰς ἑξήκοντα δύο. Καὶ τοῦτο σαφέ στερον ποιῶν· "Ἐπιστρέψει, φησὶ, καὶ οἰκοδο μηθήσεται πλατεῖα καὶ περίτειχος, καὶ ἐκκαινωθή σονται οἱ καιροί." Τουτέστιν, ὁ πρὸ τῆς οἰκοδομίας χρόνος. "Καὶ μετὰ τὰς ἑβδομάδας, φησὶ, τὰς ἑξή κοντα δύο, ἐξολοθρευθήσεται χρίσμα." Καὶ οὐκ εἶπε, μετὰ τὰς ἑπτὰ, ἀλλὰ μετὰ τὰς ἑξήκοντα δύο, μεθ' ἅς εἰσιν αἱ ἑπτὰ, "ἐν αἷς ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ·" Ἡρώδου μὲν ἀλλοφύλου βασιλεύοντος· πατρόθεν γὰρ Ἀσκα λωνίτης ἦν, μητρόθεν δὲ Ἰδουμαῖος· τῶν δὲ καλου μένων ἀρχιερέων οὐ κατὰ νόμον χριομένων, ἀλλ' ὑπὸ τῶν ἀλλοφύλων ἀρχόντων προχειριζομένων, Ἡρώδου τε καὶ Ἀρχελάου, καὶ τῶν Ῥωμαίων 81.1481 στρατηγῶν. Εἶτα λέγει καὶ τὴν καταληψομένην παν ωλεθρίαν τήν τε πόλιν, καὶ αὐτὴν ταύτην τὴν ἀλλό φυλον βασιλείαν, καὶ τὴν παράνομον ἀρχιερωσύνην, καί φησι· "Καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ." Καὶ γὰρ ἡ πόλις, φησὶν, ἀνάστατος γενήσεται, καὶ ὁ νεὼς ὁ ἅγιος παντελῆ κατάλυσιν δέξεται. Ταῦτα δὲ πείσεται ἡ πόλις σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, τουτέστι, τοῖς ἐρχομένοις παρανόμοις ἄρχουσιν. Ἡγούμενον γὰρ ἐρχόμενον τὴν ἀλλόφυλον βασιλείαν καὶ τὴν παράνομον ἀρχιερωσύνην ὠνόμασεν. Εἶτα διδάσκων, ὅτι πολλῷ χείρονα τῶν προτέρων ὑπομενοῦσι κακὰ, ἐπήγαγε· "Καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυ σμῷ·" τουτέστι, πανωλεθρίαν ὑπομενοῦσιν, οἵαν ὑπέμειναν οἱ πάλαι ἄνθρωποι τοῦ κατακλυσμοῦ τὴν γῆν πᾶσαν συγκαλύψαντος. Καὶ διδάσκων ὡς οὐδε μιᾶς ἀνακλήσεως ἢ ἀνέσεως τεύξονται, "Καὶ ἕως τέλους, φησὶ, πολέμου συντετμημένου ἀφανισμοῖς." Ἀφανισμὸν γὰρ, φησὶ, παντελῆ ὑπομενοῦσιν, οἷόν τινι κατακλυσμῷ τῷ πολέμῳ παραδοθέντες, καὶ εἰς τέλος τούτοις ὑποκλιθήσονται τοῖς κακοῖς, καὶ οὐδεμιᾶς πώποτε ἀνακλήσεως τεύξονται. Οὕτω τὰ περὶ τῆς Ἰουδαίων προθεσπίσας πανωλεθρίας, ἐπαν έρχεται πάλιν εἰς τὸν τῶν ἑβδομήκοντα ἑβδομάδων ἀριθμὸν, καὶ τὴν λείπουσαν ταῖς ἑξήκοντα ἐννέα προστίθησι, καί φησιν· κζʹ. "Καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." Τίνα μὲν οὖν ἔσται μετὰ τὰς ἑξήκοντα δύο ἑβδομάδας ἐν ταῖς ἑπτὰ ἑβ δομάσι, προείρηκα, φησί· προσήκει δὲ μαθεῖν καὶ τὰ ἐν τῇ ἄλλῃ ἑβδομάδι γενησόμενα. Ἐν γὰρ ταύτῃ ἡ Καινὴ ∆ιαθήκη δοθήσεται τοῖς πιστεύουσι, καὶ δυ νάμεως ἁπάσης αὐτοὺς πληρώσει· "Μεσούσης δὲ ταύτης τῆς ἑβδομάδος, ἀρθήσεται θυσία καὶ σπονδή." Παυθήσεται, φησὶν, ἡ κατὰ νόμον θυσία, τῆς ἀληθοῦς προσφερομένης θυσίας τοῦ ἀμώμου ἀμνοῦ, τοῦ αἴρον τος τὴν ἁμαρτίαν τοῦ κόσμου. Ταύτης γὰρ λοιπὸν προσ ενεχθείσης, τέλος ἐκείνη λήψεται. Οὗ χάριν, εὐθὺς τῆς θυσίας πληρωθείσης, καὶ τοῦ Σωτῆρος ἡμῶν ἀφέν τος τὸ πνεῦμα, τὸ καταπέτασμα τοῦ ναοῦ ἐῤῥάγη ἀπὸ ἄνωθεν ἕως κάτω, τὰ πάλαι ἀθεώρητα τοῖς πᾶσι ποιοῦν θεωρητὰ, καὶ τὰ ἄψαυστα καὶ ἄβατα ἀπο φαίνων βατά. Ἐπειδὴ γὰρ τὸ καταπέτασμα διεῖργεν ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων ἔχοντα τὸ ἱλαστή ριον, καὶ τὰ Χερουβὶμ, καὶ τὴν κιβωτὸν, ῥαγὲν διόλου τὸ καταπέτασμα διὰ τῶν πραγμάτων ἔδειξεν, ὡς ἀπ έστη τῶν ἔνδον ἡ παρεδρεύουσα χάρις, καὶ κοινὰ γέ