δέσπωτα, τὰ ὀνεί δη, ἀντάλλαγμα, [ητοι] τὴν μεταβολὴν τοῦ Χριστοῦ σου, η τοῦ ∆αυὶδ, καθὸ ἡ ἀρχὴ με τεβλήθη εἰς δοῦλον· τοῦτο ἡμῖν ὠνειδίζον εἰς σὲ καὶ τὸν ἐπαγγελλόμενον ταῦτα τείνει. - Ειη δ' αν ἀντάλλαγμα Χριστοῦ ὁ κυριακὸς αν θρωπος καὶ τὸ δοθὲν αὐτοῦ αιμα ἀντίλυτρον τῆς τοῦ κόσμου σωτηρίας. Ειη δ' αν ταῦτα εἰ πόντες, εὐχῇ τὴν δέησιν ἐπισφραγίζουσι, δει κνύντες ὡς καὶ ἐν πειρασμοῖς δοξάζειν χρὴ τὸν Θεὸν, οὐ δυσχεραίνειν, ἀλλ' εὐχαριστεῖν. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. Γένοιτο, γένοιτο! - Η ουτως· ἐν τοῖς κόλποις τὰ δῶρα, οταν προφέρωσί τινα, μνησθῆναι δὴ παρακαλοῦσι Θεὸν τῆς ὑποσχέσεως, τῆς δο θείσης ἐν τοῖς κόλποις τῶν ἐθνῶν. - Η κόλπον ἐνταῦθα τὴν ψυχὴν λέγει, διά τε καὶ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ ἀγαθὰ ὀνομάζεσ θαι· ἀγαθὰ δὲ τὰ ἐν κόλποις πέφυκε βάλ λεσθαι· πιστεύω γὰρ, φησὶ, τοῦ ἰδεῖν τὰ ἀ γαθὰ Κυρίου ἐν γῇ ζώντων. 89.3 Μὴ ἀποστρέψῃς ανθρωπον εἰς τα πείνωσιν. Τότε ἀποστρέφεσθαι ανθρωπόν φησιν εἰς ταπείνωσιν, οταν διὰ τῆς ἁμαρτίας ἐγκατε λίπῃ αὐτόν. 89.4 Οτι χίλια ετη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ ἐχθὲς, ητις διῆλθεν. Οὐ περὶ τὴν γνῶσιν, ουτε περὶ τὸ γινώσ κειν θεωρεῖται ὁ χρόνος· καιρὸς γὰρ καὶ ἡ μέρα καὶ χρόνος τῆς σωματικῆς ἐστι φύ σεως· σωμάτων δὲ δημιουργός ἐστιν ὁ Κύ ριος ἡμῶν ̓Ιησοῦς Χριστός. 89.6 Τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι. Πρωῒ μὲν τὸν καιρὸν τῆς γενομένης αὐ τοῖς ἐπιφανείας τοῦ Χριστοῦ ἐν τῷ ορει Σι νᾷ κατασημαίνει· χλόη δὲ τὴν νομικὴν λα τρείαν δηλοῖ, ατε μικρὸν υστερον περαίνεσ θαι μέλλουσαν. 89.9 Οτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλι πον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ετη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Οταν πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐκλίπωσαν, καὶ ἐν τῇ ὁργῇ τοῦ Θεοῦ ἐκλίπωμεν. -Καὶ ἐφ' οις ἡμάρτωμεν, μελετήσωμεν τὰ ετη ἡ μῶν, ὡσεὶ ἀράχνη. Οὐδὲν βέβαιον, φησὶν, οὐ δὲ σταθερὸν ἡ ἀνθρωπεία φύσις εχει, οτι δί κην ἀράχνης διασπᾶται ῥᾳδίως. 89.10 Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν ἐνιαυ τοῖς ἑβδομήκοντα ετη· ἐὰν δὲ ἐν δυναστεί αις ὀγδοήκοντα ετη καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Ζήσωμεν οὐχ ἑβδομήκοντα ετη, τὰ τοῦ σαββάτου, ἀλλὰ ὀγδοήκοντα, τὰ τῆς περιτο μῆς καὶ ἀναστάσεως τοῦ Κυρίου βιωσώμεθα, ων τὸ πλεῖον κόπος ἐστὶ καὶ πόνος. 89.11 Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου τοῦ θυμοῦ σου ἐξα ριθμήσασθαι; Σοφίας δὲ χρῄζομεν εἰς τὸ γινώσκειν τὸ κράτος τῆς ὀργῆς τοῦ Θεοῦ, οπερ καν ἐπὶ πόσον φαντασθῇ, οἱ ἑτερόδοξοι οὐκ αν κα κῶς ελεγον τὸν Θεὸν, ου ἐστιν ἡ τὸ δύσ γνωστον κράτος εχουσα ὀργή. ̓Απὸ κοινοῦ δὲ τό· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ τίς γινώσκει ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; 89.12 Τὴν δεξιάν σου γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Πεπαιδευμένοι δὲ τῇ καρδίᾳ ἐν σοφίᾳ οἱ καθαροὶ τῇ καρδίᾳ εἰσίν. Η ἀπὸ κοινοῦ· Γνώρισον τοῖς πιστοῖς πᾶσι τὴν δεξιάν σου, μὴ ἐπὶ κολάσει, ἀλλ' ἐπὶ φιλανθρωπίᾳ γνω ρισθήσεται ἡ δεξιά σου. 89.13 ̓Επίστρεψον, Κύριε, εως ποτε; καὶ παρακλήθητι ἐπὶ τοὺς δούλους σου; ̓Αντὶ τοῦ· ̓Επανάγαγε ἡμᾶς, δέσποτα, παρακληθεὶς ἐφ' ἡμᾶς, καὶ μὴ ἐπὶ πλεῖστον παρίδῃς ὀδυνωμένους, ἀλλὰ δέξαι τὴν ἱκε σίαν, καὶ φιλανθρωπίαν τοὺς σοὺς ἀξίωσον δούλους, τοὺς ἐκ τῆς περιτομῆς. Καὶ ταῦτα διδάσκει λέγειν μετὰ τὴν επτωσιν· ̓Επιστρά φητι, Κύριε, εως ποτε κτλ. 89.14,15 ̓Ενεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα, καὶ εὐ φράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν, ἀνθ' ων ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ων ειδομεν κακά. Χόρτασον ἡμᾶς ὀρθρίνου ἐλέους σου, ινα ὑπνώσωμεν καὶ εὐφραινώμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Ευφρανον ἡμᾶς ἐπὶ πά σας τὰς ἡμέρας ας ἐκάκωσας ἡμᾶς. Γενο μένης γὰρ ἀναστάσεως ορθρου, ἐπλήσθη πᾶ σα ἡ γῆ τοῦ ἐλέους Χριστοῦ. -Χρήσιμον τοῦτο πρὸς τοὺς ἀπὸ τῆς κακίας μετανοή σαντας καὶ καταξιωθέντας γνώσεως. 89.17 Καὶ εστω ἡ λαμπρότης Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς. Τῷ φωτὶ τῆς γνώσεως ἐλλαμπόμενος τοῦ το ἐρεῖ. Καὶ οὐ λάμπει τὸ φῶς εμπροσθεν τῶν ἀνθρώπων. Λαμπρότης ἐστι γνῶσις Θεοῦ. Τὸ φῶς τὸ ἀληθινόν ἐστιν ὁ Χριστός·