τρίτον ἐν πέτρᾳ ὑψοῦται. Αἰτεῖ τοίνυν τὴν Ἐκκλησίαν οἰκεῖν διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς πεφω τισμένης αὐτοῦ ζωῆς. Ἐπὶ γῆς, φησὶ, τυγχάνων, εἰ καὶ πολλῶν δεῖ μοι τῶν ἀγαθῶν, μίαν αἴτησιν τέως αἰτῶ. Ἀθρόως γὰρ ἐν πᾶσιν οὐχ οἷόν τε γενέσθαι τοῖς ἀγαθοῖς, μήπω τόδε λείποι τὸ μέγα καὶ ἐξαίρε τον, «τὸ θεωρεῖν με,» καὶ τὰ ἑξῆς. Ὁ δὲ ἀγαπῶν τὴν εὐπρέπειαν τοῦ οἴκου Κυρίου βούλεται τερπνῶς ἐναπολαῦσαι τῇ θέᾳ, καὶ μετὰ τὴν θεωρίαν ἐπισκέ πτεσθαι τὸν ναὸν αὐτοῦ. Θεωρεῖ δέ τις τὴν τερπνό τητα Κυρίου, τὰ ὑποβεβηκότα δόγματα τῆς Ἐκκλη σίας ὁρῶν· προσβαλὼν δὲ τοῖς περὶ Τριάδος, περια θρήσει τὸν ναὸν αὐτοῦ. Εὐπρέπεια δὲ Κυρίου καὶ πᾶς ὁ κατ' ἀρετὴν βίος τῶν ἐν θεοσεβείᾳ διαπρεπόντων. «Ὅτι ἔκρυψέ με,» καὶ τὰ ἑξῆς. «Οἱ μὲν ἐχθροὶ, φησὶν, ἠσθένουν καὶ ἔπιπτον·» ἐγὼ δὲ ὑπὸ τῆς αὐ τοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν, διὰ τὸ διάγειν ἐν ἐρημίαις, καὶ μὴ ἔχειν τότε τὸν οἶκον τοῦ Θεοῦ, μηδὲ τὸν ναὸν αὐτοῦ. Καὶ ἐν τῷδε τῷ τῶν διωγμῶν καιρῷ ἐσκέπασέ με. Ἀπόκρυφον δὲ σκη νῆς τὸ ἐνδότατόν τε καὶ ἄβατον, ὅπερ ἐκάλουν Ἅγια ἁγίων. Οὐ πάντως δὲ τὴν σκηνὴν ἐν τόπῳ γεγενῆσθαί φησιν, ἀλλ' ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ, καὶ πάσης ἀπηλλαγμένῃ τῆς τῶν πολλῶν κοινωνίας. Ἀλλ' οὐκ ἀφῆκέ με, φησὶ, μέχρι τέλους λανθάνειν, ἀλλὰ καὶ ἑτέροις χρήσιμον γενέσθαι βουλόμενος, ἐν πέτρᾳ τῷ Χριστῷ ὕψωσέ με. Καὶ ἄλλως δὲ πολλάκις εἴρη ται τὴν μὲν σκηνὴν δηλοῦν προκοπὴν, τὸν οἶκον δὲ τελειότητα. Οὐδεὶς οὖν, ἐνεστηκυίας αὐτῷ τῆς τῶν κακῶν ἡμέρας, ἐν οἴκῳ εἶναι δύναται τοῦ Θεοῦ· ἀλλ' ἐν τῇ σκιᾷ κρύπτεται, τῷ τὴν προκοπὴν σκεπάζειν τὸν κακίας ἀπαλλαττόμενον. Ἔτι γὰρ μετανοοῦντες, οὐ δύνανται ἔχειν τὴν τελειότητα. ∆ύναται δὲ καὶ νῦν κακὰ νοεῖσθαι τὰ περιστατικά· ἀπόκρυφον δὲ σκηνῆς αὐτοῦ ἐπὶ τῆς παιδεύσεως, κἀκεῖ προκόπτο μεν. Τὰ μέν ἐστι προφανῆ, τὰ δὲ μυστικά. Οὐκ ἐν τοῖς ἐπιπολαίοις οὖν ὁ Θεὸς τὸν προκόπτοντα σκέπει. Αὐτοῦ δὲ εἶπε σκηνὴν, ἐπεὶ μὴ πᾶσα κατὰ Θεὸν προ κοπή· διεδέξατο δὲ τὴν προκοπὴν ἡ πέτρα τῆς τελειό τητος. Κατάλληλον δὲ τῇ μὲν προκοπῇ τὸ «ἔκρυψε,» τῇ δὲ τελειότητι τὸ «ὕψωσε.» Λέγοις δ' ἂν σκηνὴν καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν, ἐν ᾗ ἐν τῷ μυστικῷ νῷ κρύπτει τὸν παιδευόμενον ὁ Θεὸς, ὑψῶν αὐτὸν ἐν τῇ πέτρᾳ τῷ Χριστῷ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κα κῶν μου, κ. τ. ἑ. Σκηνὴν τὸν Χριστὸν ὀνομάζει, 12.1281 ἐν ᾧ καὶ κατεσκήνωσεν ὁ Θεός· «Ἐν τῷ ἡλίῳ» γὰρ, φησὶν, «ἔθετο τὸ σκήνωμα αὐτοῦ.» Ἥλιος δὲ δικαιοσύνης ὁ Κύριος. Καὶ γὰρ ἐκ τοῦ ναοῦ φησι. Ταύτην γὰρ, λέγει, σκηνὴν ἔσχον τὴν σκέπην καὶ τὴν βοήθειαν. Ἐπειδὴ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προσ ευξάμενος, καὶ τὴν ἀπὸ τῶν ἄρτων λαβὼν εὐλογίαν, τὰς χεῖρας τῶν πολεμούντων διέφυγεν, ὁπότε καὶ ∆ωὴκ τὰς βασιλικὰς ἡμιόνους νέμων τὴν αὐτοῦ φυ γὴν τῷ Σαοὺλ κατεμήνυσεν. «Ἐσκέπασέ με ἐν ἀπο κρύφῳ τῆς σκηνῆς αὐτοῦ.» Ἀντὶ τοῦ, ὡς ἐν ἀπο κρύφῳ. Οὕτω, φησὶ, πολλὰ ζητήσαντες περὶ ἐμοῦ οἱ πολέμιοι οὐχ εὗρόν με, τοῦ Θεοῦ με σκεπάζοντος. Καὶ οὕτω τὸ, «Ἔκρυψέ με.» Καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν μου ἐπ' ἐχ θρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐ τοῦ θυσίαν ἀλαλαγμοῦ, κ. τ. ἑ. Εἰ ὁ κυκλώσας θύει· θυσία δέ ἐστι πνεῦμα συντετριμμένον· ὁ συν τρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλῳ αὐτὴν πεποίηκε σχῆμα γωνίας μὴ ἔχουσαν ἐπιδεχομένην φθορὰν, καὶ τὴν ἀφροσύνην αὐτὴν, ἣ, φησὶ Σολομὼν, «ταῖς γω νίαις παρεδρεύει·» καὶ τὸ, «Κατελθὸν δὲ ἐπὶ τοὺς παῖδας Ἰὼβ πῦρ τῶν τεσσάρων ἥψατο γωνιῶν τοῦ οἴκου.» Σοὶ εἶπεν ἡ καρδία μου· Ἐξεζήτησα τὸ πρόσ ωπόν σου, τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, κ. τ. ἑ. Ὅταν τὸ πρόσωπόν τινος τὸ πρόσωπον τοῦ Κυ ρίου ζητήσει, τότε ἀνακεκαλυμμένως τὴν δόξαν Κυ ρίου κατοπτρίζεται, καὶ γενόμενος ἰσάγγελος, διὰ παντὸς ὄψεται τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. Τοῦ αὐτοῦ. ∆ι' ὧν καθαίρει τις ἑαυτὸν, δεί κνυσι ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ, ὅπερ οἱ ἄγγε λοι διὰ παντὸς λέγονται βλέπειν. Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλι πόν με, κ. τ. ἑ. Μακάριος ὁ ἐγκαταλειφθεὶς ὑπὸ τοῦ διαβόλου καὶ τῆς συζύγου αὐτοῦ