74
βουλεύσασθαι παρά των προὐτείνοντο, ὡς ἱστὸν ἀράχνης ὁ τῶν ἀρχιερέων σύλλογος τὰς συνθήκας ἐκείνας διέλυον· μηδὲ γὰρ εἶναι τὸ τοιοῦτον κατὰ τοῦ βασιλεύοντος κάκιστον βούλευμα, ἀλλὰ μᾶλλον συνεργίαν τῆς βασιλείας καὶ συντήρησιν ἀδιάδοχον, κατὰ καιρὸν συναιρομέ νου τῆς ἀρχῆς τῷ νέῳ βοηθείας χρῄζοντι· τὰς τοὐντεῦθεν δὲ τῶν ὅρκων συμβάσεις ἐπὶ τοσοῦτον τὸ ἰσχυρὸν ἔχειν καὶ ἀδιάλυτον ὥστε καὶ τὰς προτέρας συνεῖναι ταύταις, ὡς καὶ ἀμφοτέραις τὸν Παλαιολόγον ἐνέχεσθαι, εἴ ποι τῷ νέῳ ἐπιβουλεύοι. Οὐ μὴν δὲ ἀλλὰ καὶ ἀντιστρόφως ἐζήτει τὴν ἀρὰν τίθεσθαι καὶ τοὺς ὅρκους γίνεσθαι, εἴ που καὶ ὁ νέος κατ' αὐτοῦ μελετήσας διαπρά ξοιτο, ὡς ἐξ ἀνάγκης τοῖς αὐτοῖς ἐνέχεσθαι. Προβαίνει ταῦτα, καὶ γραφαῖς οἱ ὅρκοι κατασφαλίζονται· καὶ ὁ γράφων ὁ εἰς πρωτασηκρῆτις τεταγμένος Κακὸς ἦν.
γʹ. Ὅπως ὤμνυον καὶ ἐπ' ἀμφοτέροις δουλείας ὅρκον Ῥωμαῖοι καὶ ἐν ποίοις διορισμοῖς. Τάττεται δὲ καὶ τοὺς ὁπουδήποτε τῆς Ῥωμαΐδος ὀμνύειν ἐπ' ἀμφοτέροις ὅρκον δουλείας κατὰ τὸ σύνηθες. Πλὴν προσέκειντο τοῖς συντεθειμένοις, ἐπ' ἀσφαλείᾳ καὶ ἀμφοτέρων μείζονι, ἦ μὴν ἕτοιμον εἶναι τὸ ὑπήκοον ἐπ' ἐκεῖνον ὁρμᾶν φονώσῃ χειρὶ ὃς ἂν ἐπιβουλεύσοι θατέρῳ· ὡρκωμότουν γὰρ μετὰ τῶν ἄλλων καὶ τοῦτο, κατὰ φόβον, οἶμαι, ἢ χρείαν ἀληθινήν· εἰ δ' οὖν, 137 ἀλλ' οὐδὲν ἂν καταγνοίη τις μεῖζον τῶν ταῦτα πραττόντων ἢ τὸ ἐμφυλίους πολέμους τῷ κοινῷ προξενεῖν, εἴ ποτε τοῦτο συμβαίη. Ὅμως ἐδόκει ταῦτα, καὶ εἰς ἔργον τὰ βουλευόμενα προὔβαινον. Χεῖρα τοιγαροῦν ἐτίθουν, καὶ ἐπὶ τῶν ἁγίων εὐαγγελίων ὤμνυον ἦ μὴν καὶ ἀμφοτέροις δουλεύειν καὶ ταῦτ' ἐκτελεῖν.
δʹ. Ὅπως ὤμνυεν ὁ Παλαιολόγος ἐπὶ τῷ παιδὶ καὶ οἱ μεγιστᾶνες. Τέως δ' ἡ κυρία παρῆν, ἥτις ἦν, ὡς ἐρρέθη, ἑκατομβαιῶνος νουμηνία. Καὶ πρῶτος αὐτὸς ὁ εἰς βασιλείαν προβιβαζόμενος ὤμνυε τὰ εἰκότα ὑπὲρ τοῦ παιδός τε καὶ βασιλέως, πλὴν οὐχ ὡς δουλεύσων, ἀλλ' ὡς συμβουλεύσων ἐκείνῳ καὶ μηδὲν ἀνήκεστον μελετήσων κατ' ἐπιβουλήν. Ὤμνυον δὲ καὶ οἱ μεγιστᾶνες, καὶ ὡς δουλεύσοντες ἀμφοτέροις καὶ ὡς ἀμυνοῦντες αὐτίκα, ἤν πού τις ἐπιβουλεύοι, τῷ ἐπιβουλευθέντι. Καὶ οὕτως τελεσθέντων τῶν ὅρκων, ἀσπίδι βασιλικῇ ἐνιζάνει ὁ εἰς τὴν βασιλείαν ἑτοιμαζόμενος, πρῶτον τὼ πόδε τοῖς βασιλικοῖς συμβόλοις ἐναρμοσθείς· καὶ χερσὶν ἔνθεν μὲν ἀρχιερέων, ἔνθεν δὲ μεγιστάνων ἀρθείς, ἀνακτορικοῖς παιάνοις καὶ κρότοις παρὰ πάντων ἐμεγαλύνετό τε καὶ ἐφημίζετο.
εʹ. Ὅπως ὁ Παλαιολόγος καταστὰς εἰς τὴν βασιλείαν ἐφιλοτιμεῖτο τὰ μέγιστα. Τὸ δ' ἐντεῦθεν οἱ μὲν τῆς γερουσίας προσήκουσιν ὀφφικίοις ἐνεσεμνύνοντο. Καὶ ἄλλοις μὲν ἄλλα τὰ μὲν ἐδίδοντο, τὰ δ' ἐν ὑποσχέσεσιν ἦσαν· τὸν δ' αὐτάδελφον Ἰωάννην, μέγαν δομέστικον ἔτι ὄντα, τῷ τοῦ σεβαστοκράτορος σεμνύνειν ἀξιώματι ἐδικαίου καί οἱ τὴν τοῦ Τορνικίου Κωνσταντίνου θυγα τέρα πρὸς γάμου κοινωνίαν συνήρμοττε, κἂν ἐν ἀναβολαῖς ἦν τὸ ἀξίωμα· θάτερον δὲ τῶν ἀδελφῶν Κωνσταντῖνον ἔτι εἶχεν ἐν ἰδιώταις, κατὰ καιρὸν τιμᾶν αὐτὸν καίσαρα προθυμούμενος, συνήρμοττε δὲ καὶ αὐτῷ πρὸς γάμον 139 τὴν τοῦ Βρανᾶ παῖδα, εὐγενῆ γε οὖσαν, σοφόν τι ποιῶν καὶ τοὺς ἐν τέλει τοῖς κήδεσι προσποιούμενος. Καὶ τοὺς μὲν τῆς γερουσίας οὕτω μεγαλοπρεπῶς ἐθεράπευε, προνοίας τούτοις ἐπαύξων καὶ προστιθείς, καὶ χαίρειν ἐφιεὶς τοῖς πᾶσι, τῶν ἀγαθῶν τὰ μὲν λαμβάνουσι, τὰ δ' ἐλπίζουσι. Τὸ δὲ στρατιωτικόν τε καὶ τὴν πληθύν, τοὺς μὲν καθημεριναῖς φιλοτιμίαις ὤφελλε καὶ χρυσοβούλλοις τὰ ὑπεσχημένα τούτοις ἐπλήρου καὶ πρὸς τὸ μέλλον εὐθυμοτέρους καθίστα, ὡς ἀθανάτους τὰς τῆς ζωῆς προνοίας καὶ τὰ διδόμενα σιτηρέσια τοῖς παισὶν ἕξοντας, τοὺς δ' ἐθεράπευεν, ἀνοιγνὺς φυλακὰς καὶ χρεῶν δημοσίων ἀπολύων τοὺς ὠφληκότας, ἀπορουμένοις τε τὰ πρὸς ζωὴν διδοὺς ἀφθονώτερα καί γε τοῖς ἠδικημένοις ἀμύνων καὶ φιλοτιμούμενος δαψιλέστερον, ὥστ' εἶναι ἅμα μὲν ἀνενεγκεῖν περί τού τινα καὶ ἅμα προβαίνειν γράμμα βασιλικὸν