Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
ἄν τις βουλήσηται τούτων καὶ ὁμοφωνήσῃ, εἰς ὅσα αἱ βασιλικαὶ γραφαὶ διελάμβανον, ἵνα ἀνάγκης ἐπελθούσης ἴδωσιν, εἰ ὁ ἀμηρᾶς βούλεται πρᾶξαί τι κατὰ τῆς βασιλείας, ἀπέλθῃ πρὸς τοὺς δυτικοὺς αὐθέντας καὶ συμαχίαν αἰτήσῃ, ἐν τῷδε τῷ μέσῳ παρῆλθον ἡμέ ραι τινές. 11. Εἶτα προστάξας ἐλθεῖν με ἐνώπιον αὑτοῦ εἶπέ μοι τάδε· Πρω τοβεστιαρῖτα, περὶ τῆς βουλῆς, ἧς ἐστήσαμεν, ἑτοιμάσθητι τοῦ ἀπελθεῖν σε εἰς Πελοπόννησον· καὶ ὡς ἂν διορθώσῃς τὴν ἐκεῖσε ὑπόθεσιν, ἵνα 368 τις τῶν ἀδελφῶν μου ἐλεύσηται ἐνθάδε, ἀναγκαῖόν ἐστιν ἀπελθεῖν σε ἐκεῖθεν εἰς Κύπρον πρὸς τὴν ἐμὴν ἀδελφόπαιδα τὴν ῥήγισσαν. Ἡμεῖς δὲ ἐνταῦθα ἑτοιμάσωμέν σοι τὰ ἐπιτήδεια τῆς ὁδοῦ. Μετὰ τὸ ἐλθεῖν σε κἀκεῖθεν πορεύσῃ αὖθις εἰς τὴν Ἰβερίαν, ὅπως ἄρῃς τὴν νεόνυμφον τὴν ἐμὴν σύνευνον τὴν μελλοκυρίαν σου. Ἔγωγε ἀποκριθεὶς εἶπον αὐτῷ· Οὐ δύναμαι παραβῆναι τοῦ προστάγματός σου τοῦ μὴ τελέσαι, ὡς κελεύ εις, ἀλλ' ἡ σύντεκνος καὶ δούλη τῆς βασιλείας σου, ἡ γυνή μου, ὑποπτεύω μὴ πότε διὰ τὸ συχνάκις με ἀπουσιάζειν αὐτῆς ἀγανακτῶσα ἀποκαρή σηται μοναχὴ ἢ καὶ ἐάσας με ἄλλον λάβῃ, χθὲς γὰρ ἐλήλυθα ἀπὸ Ἰβε ρίας, διατρίψας ἐκεῖ ἔτη δύο, καὶ εἰ ἀναχωρήσω αὖθις ἐν βραχημερίᾳ οἴκοθεν, εὔλογον αἰτίαν εὑρήσει καὶ δικαίαν πρόφασιν τοῦ πρᾶξαι ἓν ἐξ ὧν εἴρηκα. Ὁ δὲ βασιλεὺς γελάσας εἶπέ μοι· Ἀλλ' αὐτὸς λέξον αὐτῇ, ἵνα ταύτην καὶ μόνην τὴν ὁδοιπορίαν συγχωρήσῃ σοι ποιῆσαι, καὶ ἐνόρ κῳ προστάγματι τάσσω· μηκέτι σε ἐνοχλήσω τοῦ ἐξελθεῖν σε πατρίδοθεν. Καὶ μᾶλλον καλῶς ἐπίστασαι τὰ ὅσα σοι ἐπηγγειλάμην εὐεργετῆσαί σε καὶ τί τὰ ἀνὰ ἡμῶν συλλαληθέντα καὶ τὶ βουλόμεθα ποιῆσαι. Καὶ τοῦτο βέβαιόν ἐστι καὶ χωρὶς ἐνόρκου προστάγματος, ὅτι αἱ πρεσβεῖαι καὶ ὁδοιπορίαι αἱ ὑπὸ σοῦ παύσωσι. 12. Μηνύσω δὲ καὶ πρὸς τὸν μέγαν δοῦκα τὸν Νοταρᾶν ὅτι, ἐπεὶ τὸ τοῦ μεγάλου δουκὸς ὀφφίκιον κτῆται, οὐ δύναται ἔχειν καὶ τὸ μεσα στικόν· καὶ τοῦτο λέγω, ἵνα σοι δωρήσω. Ἀλλ' ὅμως οὐκ ἔστι πρέπον, ἵνα ἀφαιρέσω αὐτὸ ἐξ αὐτοῦ, ἔστι γὰρ ὡς καταφρονεῖν, εἰ μὴ ἀνα βολὴν καὶ τρόπον ποιήσωμεν, ἵνα αὐτοθελῶς ἐγκαταλείψῃ αὐτὸ ἐκεῖ νος. Καὶ ἐχέτω δὴ πάλιν τὸ πρωτεῖον τῆς στάσεως καὶ τῆς βουλῆς καί τι σιτηρέσιον δι' ἄλλου τρόπου, ἐπεὶ χρὴ ποιῆσαι κἀμὲ δύο τῶν ἀρχόν των συμβούλους, ὡς καὶ ὁ βασιλεὺς ὁ ἀδελφός μου εἶχεν, ἱν' ὦσι μετ' ἐμοῦ δι' ὅλης τῆς ἡμέρας ἐν τῷ παλατίῳ τοῦ προβλέπειν, διορθώνειν καὶ πράττειν τὰς ἀναγκαίας δουλείας καὶ ὑποθέσεις τῆς βασιλείας. 13. Καὶ οὕτως ἐμηνύθη ὁ μέγας δοὺξ διὰ τοῦ ἐμοῦ καὶ αὐτοῦ συν τέκνου, τοῦ ἱερομονάχου καὶ πνευματικοῦ πατρὸς Νεοφύτου τοῦ ἐν τῇ τοῦ Χαρσιανίτου μονῇ. Καὶ ἀκούσας ὁ Νοταρᾶς περὶ τοῦδε τοῦ ὀφφικίου ἔστερξε, πλὴν ἑκουσίως ἢ ἀκουσίως οὐκ οἶδα· καὶ μᾶλλον ἐδείκνυεν, ὅτι καὶ πρὶν ἢ τοῦ εἰπεῖν αὐτῷ περὶ τούτου ἐλογίζετο ποιῆσαι, ὅπως καὶ ὁ βασιλεὺς ἀντιχαρίσηται τοῖς υἱοῖς αὐτοῦ ἄλλην τινὰ τιμήν. Ταῦτα οὖν πέρας οὐκ ἔλαβον διὰ τὴν ταχέως ἐπελθοῦσαν εἰς ἡμᾶς κοινὴν συμφοράν. 14. Καὶ πάλιν εἶπε μοι ὁ βασιλεύς, ὅτι ἤθελεν εὐεργετῆσαί μοι καὶ τοιαύτην χάριν, ἵνα συζεύξῃ εἰς γυναῖκα τὴν ἐμὴν θυγατέρα τῷ νεανίσκῳ ἐκείνῳ Νικολάῳ τῷ 370 Μελισσηνῷ, τῷ υἱῷ ποτὲ Νικηφόρου τοῦ Μελισσηνοῦ, ὃν καὶ Μελισσουργὸν ἐπωνό μαζον, τοῦ καὶ μεγάλου πρωτοστράτορος, ὕστερον δὲ καὶ μητροπολίτου γεγονότος, ὡς ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς ἡμῶν ἱστορίας ἐμνήσθημεν· καὶ τὴν ἐπιτροπικὴν διοί κησιν, ἣν προειρήκαμεν, τῶν τούτου τόπων καὶ χώρων δώσῃ μοι τοῦ ἰθύνειν καὶ κυ βερνᾶν, ἕως οὗ ἡ ἐμὴ θυγάτηρ τὸ δέκατον τέταρτον ἔτος φθάσῃ καὶ ὁ γάμος τέλειος γένηται. Καὶ αὕτη μὲν ἦν ἡ ὑπόθεσις, περὶ ἧ ἔλεγεν ὁ βασιλεύς, ὅτι αἱ δι' ἐμοῦ πρε σβεῖαι καὶ ὁδοιπορίαι παύσωσιν. 15. Εἴρηκέ μοι καὶ τοῦτο, ὅτι ἐν τῇ Πελοποννήσῳ ἤθελεν ἀποστεῖ λαι ἕτερόν τινα τῶν γηραιῶν ἀρχόντων, ἵνα τὰ ἐκεῖσε, ὡς ἔφημεν, διορ θώσῃ μετὰ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἀνάθεσιν δώσῃ, πῶς δεῖ πρᾶξαι ἐν κεφαλαίοις πέντε· εἰ κατὰ πρῶτον κεφάλαιον οὐ δυνηθῇ ποιῆσαι, πρά ξῃ κατὰ τὸ δεύτερον καὶ οὕτω κατὰ διαδοχὴν ἢ τὸ τρίτον ἢ τὸ τέταρ τον ἢ ἐξ ἀνάγκης τὸ πέμπτον. Καὶ εἶπέ μοι περὶ