κατασκηνοῖ γὰρ πᾶσι τοῖς πιστοῖς. 90.1,2 ̔Ο κατοικῶν ἐν βοηθείᾳ τοῦ ̔Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐ λισθήσεται· ἐρεῖ τῷ Κυρίῳ· ̓Αντιλήπτωρ μου ει καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλ πιῶ ἐπ' αὐτόν. ̔Ο κατοικῶν ἐν βοηθείᾳ τοῦ ̔Υψίστου λέ γει εως τοῦ· ἐλπιῶ ἐπ' αὐτόν. ̓Αληθεύει τὸ ἀντειλῆφθαι τὸν Κύριον, καὶ καταφυγὴν αὐ τοῦ ειναι τὸν Θεόν. 90.3 Οτι αὐτὸς ῥύσεται ἐκ παγίδος θη ρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. ̓Εντεῦθεν λόγον πρὸς αὐτὸν ποιεῖται τὸν πεπιστευκότα τοὺς λόγους, καὶ παραθαῤῥύ νει, λέγων· ὡς οὐ μόνον τῶν προφανῶν πολε μίων ἀποφανεῖ κρείττους, ἀλλὰ καὶ τῶν ἐνε δρευόντων, καὶ λάθρα τυρευόντων ἐπιβουλὴν, διὰ γὰρ τῆς παγίδος τοῦτο δεδήλωκε. -Τὸν δὲ ταραχώδη λόγον ἐπήρειαν λόγου, ὁ Σύμ μαχος ειρηκε· τοιοῦτοι γὰρ οἱ ψευδεῖς καὶ συκοφαντίας ῥάπτοντες λόγους. Η ουτως λέγει ἐνταῦθα· ἡ γῆ υεται τὸν Θεὸν βοηθὸν, ὡς ἀπαλλάττειν ἀρκοῦντα πάσης μὲν ἐπι βουλῆς τῶν πολεμίων, πάσης δὲ ἀγελλίας ταράττειν δυναμένης ῥύσασθαι. Ταῦτα δὲ πάντα ἐπ' ̓Εζεχίου γεγένηται, τῶν ̓Ασσυρίων πάσας μὲν, ωσπερ θήρατρα, τῇ οἰκείᾳ συλλαβόντων ἐφόδους, καὶ τοὺς μὲν ἀποκ τεινάντων, τοὺς δὲ αἰχμαλώτους λαβόντων· καὶ τούτων δὲ ἰσχύειν δυνηθέντων πλέον οὐ δὲν διὰ τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐκ Θεοῦ τιμωρίαν. 90.5,6 Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτε ρινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. ∆αίμονα δὲ μεσήμβριον ὀνομάζει τὴν ἀκη δίαν, ητοι τὴν ὀλιγωρίαν· συμβαίνει δὲ τοῦτό τισιν· ἐσθότε σύμπτωμα τοίνυν πάσχουσι τινὲς, οταν ὁ νοῦς ἐκλάσῃ πρὸς φιληδονίαν, οταν ἀτονήσῃ καρδία, κατενέχθῃ πρὸς φιλο σαρκίαν, οταν ἀκηδιάσῃ πρὸς τὰ τῆς εὐσε βείας εργα, καὶ ἐνγηράσῃ πρὸς πόνους τοὺς ὑπὲρ τῆς ἀρέτης· ἀλλὰ καὶ τότε συνζεῖ Θεῷ· ἀπολλάττει γὰρ συμπτώματος ἐξ ἀκη δίας, τουτέστι δαιμονίου μεσημβρίου. 90.10 Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγύει τῷ σκηνώματί σου. Ει τις βούλοιτο μὴ περιπεσεῖν μάστιγι, γενέσθω οικος Θεοῦ. Κρείττων εσῃ τῶν δια βολικῶν προβολῶν, καὶ βλάβην ἐκεῖθεν οὐ δέξῃ, καὶ δυναστεία τοῦ διαβόλου οὐ κυριεύ σει σοι. 91.2 ̓Αγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυ ρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Υψιστε. Πρότερον μετανοήσαντα ἐξομολογήσασ θαι δεῖ, ειτα καθαρεύσαντα ψάλλειν· εἰ ουν τῶν ποιητέων ἀγαθόν ἐστι τὸ ἐξομολογεῖσ θαι τῷ δικαίῳ, ποιητέα δὲ ἀγαθὰ ειρηται ἐν τοῖς· Εκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀ γαθὸν, καὶ οὐδὲν τῶν ἀγαθῶν εὐκόλως γίνε ται, ζητητέον ἐξομολογεῖσθαι, ο ἀγαθόν ἐσ τι, μήποτε ουν μόνος καὶ ὡς ὁ μηκέτι ἁμαρ τάνων ἐξομολογεῖται. ̔Ομοίως εἰ ἀγαθόν ἐστι τὸ ψάλλειν τῷ ὀνόματι τοῦ ̔Υψίστου, πνευμα τικῶς ψαλτέον· οὐ γὰρ ὁ ἐκκλίνων ἐν τοῖς αἰσθητοῖς, ψάλλειν τὴν φωνὴν ἀγαθὸν πε ποίηκε, πολλῶν δὲ φαυλοτάτων τοῦτο ποι ούντων. 91.4 ̓Εν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ. ∆εκάχορδον ψαλτήριον τὸ σῶμά φησι. Τοιούτοις ὀργάνοις εἰώθασιν τὸν Θεὸν ἀνυ μνεῖν· λέγει τοίνυν οτι καὶ τοῖς νενομισμέ νοις ἀνακρουόμενος ὀργάνοις, καὶ τῆς γλώτ της μελῳδίαις χρώμενος, σοὶ προσφέρω τὸν χαριστήριον υμνον. ̔Ορῶν γάρ σου τὰς δη μιουργίας καὶ τὰς ἀῤῥήτους οἰκονομίας, ἀ γάλλομαι καὶ γάννυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδόνῃ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. ̓Εγὼ μὲν γὰρ, φησὶ, τὰ σὰ εργα ἀνυμνῶ, καὶ τῷ βάθει τῶν σῶν λογισμῶν ἐκπλήττομαι, ων ἐν τῇ οἰκονομίᾳ εἰργάσω. ̓Αλλ' οἱ αφρονες οὐ συνίασιν τοῦ μυστηρίου τὸ βάθος. 91.8 ̓Εν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡσεὶ χόρτον. Τὸ πῦρ, ο ηλθεν βάλλειν ὁ Κύριος ἡμῶν εἰς τὴν γῆν, κατακαίει ξύλα, χόρτον, κάλα μον. 91.12 Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμέ νοις ἐπ' ἐμὲ πονηρευομένοις εἰσακούσεται τὸ ους μου. Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς ἐμφανιζο μένους δαίμονας ἡμῖν καὶ πειρωμένους ἡ μᾶς ἐκφοβεῖν. Νοσῶν καὶ συνέσεως ερημος τούτων οὐδὲν δέχεται. 91.15 Τότε πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντες εσονται τοῦ ἀναγ γεῖλαι. ̔Ο ἐν