κακίας, ἐξ ἧς τίκτει τοὺς παρανόμους τούτου υἱούς. Ὥσπερ Παῦλος διὰ τοῦ Εὐαγγελίου γεννᾷ τοὺς Γαλάτας, οὕ τω καὶ διὰ τῆς κακίας ὁ διάβολος γεννᾷ τοὺς πονη ρούς. Τῆς συμφορᾶς, φησὶν, ἐπιστάσης μοι νῦν, καὶ τῆς τοσούτων πολεμίων ἐφόδου, οὐδὲ πατὴρ ἄν με ὠφέλησαν οὐδὲ μήτηρ, αὐτὸς δὲ ἀντὶ πάντων ὤφθης μοι βοηθός. Νομοθέτησόν με, Κύριε, τὴν ὁδόν σου, καὶ ὁδή γησόν με ἐν τρίβῳ εὐθείᾳ, κ. τ. ἑ. Ὅρα τὸν ἐν τῷ νόμῳ Μωϋσέως καὶ γράμματι, ὡς οὐκ ὄντα ἐν ὁδῷ Κυρίου, νομοθετηθῆναι εὐχόμενον τῇ ὁδῷ τοῦ Κυρίου. Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, κ. τ. ἑ. Ἀνδρίζου, τουτέστιν ἀνδρείαν ἀνάλαβε, μὴ κατ' ἰσχὺν σώματος, ἀλλὰ κραταιουμένης τῆς καρδίας σου· οὕτω γὰρ ὑπομεῖναι τὸν Κύριον δυνη θήσῃ. Τοῦ αὐτοῦ. Ἀνδρεία καρδία καὶ ψυχή ἐστιν 12.1284 ἡ μὴ ἔχουσα λογισμοὺς ἀκαθάρτους καὶ δόγματα ψευδῆ. ΨΑΛΜΟΣ ΚΖʹ. Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, κ. τ. ἑ. Τῶν πρὸς τὸν Θεὸν βοώντων καὶ ἀναφερόντων τὰς εὐχὰς, εἰ μὲν τὰ ἐπίγειά τις αἰτεῖ, ἐστὶν ἡ φωνὴ αὐτοῦ βρα χεῖα· εἰ δὲ τὰ ἐπουράνιά τις αἰτεῖ, βοᾷ. Ὅθεν πολ λάκις λέγεται ἐν ταῖς Γραφαῖς περὶ τῶν ἁγίων, ὅτι πρὸς τὸν Θεὸν ἐκέκραξαν. Πειράσθω τοίνυν ἕκαστος εὔχεσθαι τῷ Θεῷ κεκραγὼς, καὶ παραδοξότερον ἐρῶ πῶς κεκραγώς. Εἰσελθὼν εἰς τὸ ταμεῖον αὐτοῦ κλείει τὴν θύραν, καὶ οὕτως κέκραγε πρὸς τὸν Θεόν. «Μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ.» Θεὸς ἀναγέγραπται λε λαληκέναι πρὸς Μωϋσέα, καὶ πρὸς Ἀαρὼν, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ. Τοιοῦτοι γὰρ ἦσαν ἵνα λαλῇ πρὸς αὐτοὺς ὁ Θεός. Καὶ διὰ τῶν προφητῶν, ὅτε ὁ λαὸς ἦν τοῦ Θεοῦ, οὐκ ἐσιώπα. Καὶ μὴ νομίσωμεν ἔξωθεν ἡμῖν λαλεῖν τὸν Θεόν· ἀλλὰ γὰρ τὰ ἀναβαί νοντα ἡμῶν ἐπὶ τὴν καρδίαν ἅγια ἐκεῖνά ἐστιν ἃ λα λεῖ ἡμῖν ὁ Θεός. Οὕτως ἄκουε τοῦ, Ἐλάλησεν ὁ Θεὸς πρὸς τὸν δεῖνα. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, ἄκουε τῆς Γραφῆς αὐτῆς μαρτυρούσης· «Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε, ἀναβάσεις εἰς τὴν καρδίαν αὐτοῦ.» Ἔχομεν ἄλλην ἀκοὴν ἀκούουσαν λόγου Θεοῦ. Θεία ἐστὶν ἡ αἴσθησις ἐκείνη ἡ οὕτω παρὰ Σολομῶντι ὀνομαζομένη, ἡ ἀκούουσα λόγου Θεοῦ, ἀνακεκραμένη αὐτῷ καὶ ἡνωμένη. «Ὁ Θεὸς οὖν μου, φησὶν, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι, φησὶν, τοῖς καταβαίνουσιν εἰς λάκκον.» Οὐδένα τῶν ἁγίων οἴδαμεν λάκκον ὀρύξαν τα· ἀλλ' εἴποτε ἅγιος χρείαν ἔσχεν ὕδατος, φρέαρ ὤρυξε. Καὶ Σολομὼν ἐντέλλεται ἀπὸ φρεάτων πίνειν· ὁ δὲ προφήτης ἀπειλεῖ τοῖς πίνουσιν ἐκ λάκκου, λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Μήποτε οὖν παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκ κον.» Ἀλλ' ὅπως ἴδωμεν τίνες οἱ καταβαίνοντες εἰς λάκκον, ἡ ἱερὰ Γραφὴ τὰ θεῖα λέγει εἶναι θερμὰ, τὰ δὲ τῆς ἁμαρτίας καὶ τῆς ὕλης πράγματα ψυχρά. Ἐκεῖ οἰκεῖ καὶ ὁ πολέμιος τῶν ἀνθρώπων δράκων, ὃς ὠνομάσθη ψυχρός. Οὐδὲν γὰρ τῶν ἐπὶ γῆς ζῶόν ἐστι ψυχρὸν, ὡς ὁ δράκων. Πᾶσα οὖν ἁμαρτία ψυ χρά ἐστι· τὰ δὲ θεῖα, ὡς ἔοικε, θερμά. «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·» καὶ, «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν·» καὶ, «Τῷ πνεύματι ζέοντες.» Πῶς δὲ οἱ ἁμαρτωλοὶ παρὰ λάκκοις εἰσὶν, ἄκουε. Ἐν τῇ Ἐξόδῳ γέγραπται· «Ἀπέκτεινεν ὁ Θεὸς ἀπὸ πρωτο τόκου Φαραὼ, ὃς κάθηται ἐπὶ τοῦ θρόνου ἕως πρω τοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ.» Οὕτως οἱ καταβαίνοντες εἰς λάκκον ἁμαρτωλοί εἰσι καὶ αἰχμάλωτοι· ἀλλ' ὁ ἀγαθὸς Θεὸς καὶ τούτους καλεῖ, 12.1285 καὶ κηρύσσει αὐτοῖς ἄφεσιν. «Πνεῦμα γὰρ Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτω χοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» Εἰσάκουσον, Κύριε, τῆς δεήσεώς μου ἐν τῷ δέεσθαι με πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου, κ. τ. ἑ. Εἰ ναός ἐστιν ὁ ἔχων Θεὸν, ὁ Θεὸς δὲ ἦν ἐν Χριστῷ κόσμον καταλ λάσσων ἑαυτῷ, ναὸς ἄρα ἐστὶν ἅγιος ὁ Χριστὸς, πρὸς ὃν αἴρει τις καὶ ὑψοῖ τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἀρετῶν. Τοῦ αὐτοῦ. Ἐμοὶ δοκεῖ διαφέρειν εὐχὴ δεή σεως, καὶ δοκεῖ μοι ὁ Ἀπόστολος πλείονα