1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

74

Ἐπιφανοῦς, ἐφ' οὗ οἱ Μακκαβαΐοι ζηλώσαντες ἀντελάβοντο τῶν πραγμάτων, περὶ τὰ τριακόσια καὶ ἑβδομήκοντα καὶ δύο ἐστὶν ἔτη. Ἄλλως τε δὲ, τίς τούτων Ἅγιος ἁγίων κέκληται; Ἰούδας, ἢ Ἰωνάθαν, Σιμὼν, ἢ ὁ μετὰ τούτους; Καὶ μὴν οὐδὲ Ἀβραὰμ ὁ πατριάρχης, οὐδὲ Μωσῆς ὁ νομοθέτης, οὐδὲ Ἠλίας ὁ μέγιστος τῶν προφητῶν, Ἅγιος τῶν ἁγίων προσηγορεύθη πώποτε. Οὐκοῦν καὶ ὁ χρόνος, καὶ αἱ προσηγορίαι τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς ἡμῖν προεσήμαναν παρουσίαν, εἰς ὃν πεπιστευκότες, καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν προσμένοντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἐν ἡμέρᾳ διαγνώσεως τυχεῖν ἱκετεύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πα τρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 81.1488

ΤΟΜΟΣ Ιʹ. ΚΕΦΑΛ. Ιʹ. αʹ. "Ἐν ἔτει τρίτῳ Κύρου, τοῦ βασιλέως Περσῶν, λόγος

ἀπεκαλύφθη τῷ ∆ανιὴλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ." Τισὶ δοκεῖ τὸν χρόνον ἐσφάλθαι, καὶ ἀντὶ τοῦ ἐν ἔτει πρώτῳ, τρίτῳ θεῖναι τὸν ἐξ ἀρχῆς τὸ βιβλίον γράψαντα· τούτου δὲ τεκμήριον, ἐκ τοῦ τὸν μακάριον εἰπεῖν ∆ανιὴλ, εὐθὺς μετὰ τὴν ἀρχὴν τῆς προφητείας· "Καὶ ἐγένετο ∆ανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως." Εἰ γὰρ μέχρι τοῦ ἔτους μόνον τοῦ πρώτου τῆς Κύρου βασιλείας διήρκεσε, φησὶν, ὁ προφήτης, πῶς ἐν τῷ τρίτῳ ἔτει τὴν ἀπο κάλυψιν βλέπει; Ἐγὼ δὲ ἡγοῦμαι οὐ ῥητὸν χρόνον τὸ πρότερον σημάναι, οὐδὲ τῷ πρώτῳ ἔτει τῆς Κύρου βασιλείας τὴν τοῦ μακαρίου ∆ανιὴλ περιο ρίσαι ζωήν. Οὐδὲ γὰρ εἶπεν, Ἕως πρώτου ἔτους Κύρου τοῦ βασιλέως, ἀλλ' "ἕως ἔτους ἑνός." Βού λεται δὲ, ὡς ἐμοί γε δοκεῖ, διδάξαι τοὺς ἐντυγχά νοντας τῇ προφητικῇ συγγραφῇ, ὅτι δὴ καὶ μέχρι Κύρου, τοῦ βασιλέως Περσῶν, διήρκεσεν, ὃς καὶ τῶν δορυαλώτων Ἰουδαίων τοὺς βουλομένους ἐλευθέρους ἀποφήνας, προσέταξεν εἰς τὴν ἐνεγκοῦσαν ἐπαν ελθεῖν, καὶ τὸν θεῖον ἀνεγεῖραι νεών. Τοῦτο δὲ σα φῶς ἡμᾶς διδάσκει καὶ ὁ ἅγιος ἄγγελος τῷ ∆ανιὴλ μετὰ βραχέα διαλεγόμενος· φησὶ γάρ· "Καὶ ἐγένετο ἐν ἔτει πρώτῳ Κύρου, ἔστην εἰς κράτος καὶ ἰσχύν·" ἀντὶ τοῦ· Εὐθὺς τοῦ Κύρου βασιλεύσαντος, πάντα πραγματευόμενος διετέλουν, ὥστε τῆς αἰχμαλωσίας τὸν λαὸν ἀπαλλάξαι. Καὶ ἐν τῷ τέλει δὲ τοῦ βιβλίου· Παρέλαβε, φησὶ, Κῦρος ὁ Πέρσης τὴν βασιλείαν, καὶ ἦν ∆ανιὴλ συμβιωτὴς τοῦ βασιλέως, καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ· ὥστε πάντοθεν δείκνυσθαι τοῦ τρίτου ἔτους τὸν ἀριθμόν. "Ἐν τῷ τρίτῳ τοίνυν ἔτει τῆς Κύρου βασιλείας, ὁ λόγος ἀπεκαλύφθη τῷ ∆ανιὴλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλ τάσαρ. Καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη, καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ." Εἰκότως δὲ λόγον καὶ ὀπτασίαν καλεῖ· ἐθεάσατο μὲν γὰρ ἁγίους ἀγγέλους, ἤκουσε δὲ αὐτῶν διαλεγομένων καὶ μεμάθηκεν ἀκριβῶς τὰ ἐσόμενα. Λέγει δὲ ἀληθῆ εἶναι τὸν λόγον, ὥστε ἀνενδοιάστως ἅπαντας τὰ ῥηθησόμενα δέξασθαι. βʹ, γʹ. "Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγὼ ∆ανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν. Ἄρτον ἐπι 81.1489 θυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως τριῶν ἑβδομάδων ἡμερῶν." Ἀναγκαῖον ζητῆσαι τὴν τοῦ πένθους αἰτίαν· ἀσαφῶς γὰρ αὐτὴν ἡ προφητεία διδάσκει. Πρῶτον μὲν γὰρ οὐδὲ ἐπέκειτό τις ἀθυ μίας ἀφορμή· ὅ τε γὰρ βασιλεὺς ἥμερός τε καὶ φιλάνθρωπος, καὶ τὰ θεῖα τιμῶν, καὶ τοῦ ∆ανιὴλ τὴν φιλίαν περὶ πολλοῦ ποιούμενος, καὶ ὅλος ὁ λαὸς εἰρήνης πολλῆς διὰ τὴν τοῦ βασιλέως ἀπήλαυεν ἠπιότητα· μᾶλλον δὲ, εἴ τις προσέχειν ἐθελήσειε τῇ τε τοῦ μακαρίου Ἱερεμίου προφητείᾳ, καὶ τῇ τῶν Παραλειπομένων ἱστορίᾳ, καὶ τῇ τοῦ Ἔσδρα συγγραφῇ, εὑρήσει τὸν Κῦρον ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας, ἅπασι τοῖς βουλομένοις τῶν Ἰουδαίων παρεγγυήσαντα τὴν ἐνεγκοῦσαν καταλαβεῖν, καὶ τὸν θεῖον ἀνεγεῖραι νεὼν, ὥστε πανταχόθεν